1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

23

ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνω σίας κατέλαμπεν. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πό δας αὐτοῦ· σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ. Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν· Εἰς σίδηρον ἦλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, μέχρι σφα γῆς ἐκινδύνευσεν· ἢ τὸ στεῤῥὸν τῶν πειρασμῶν καὶ τὸ ἰσχυρὸν προσηγόρευσε σίδηρον· ὅπερ διὰ τῆς ὑπομονῆς ὁ Ἰωσὴφ διέβαινε, καὶ πάροδος αὐτῷ τὰ λυπηρὰ διὰ μακροθυμίαν ἐγίνετο. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ· τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Ταῦτα δὲ ὑπέμενεν ἅπαντα, χρυσοῦ δίκην δοκιμαζόμενος, οὐχ ἵνα δὲ τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ' ἵνα τοῖς ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν καὶ ἀρχέτυπον ἀληθείας προθῇ. Καὶ μὴν οὔπω νόμος δοθεὶς ὑπῆρχεν ἔγγραφος, ἀλλ' ἑκάστῳ λογικῷ λόγιον παρὰ Θεοῦ ὁ φυσικὸς νόμος, δι' ὃν καὶ λογικοὶ λεγόμεθα. Τὸ δὲ, Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸν λόγον αὐτοῦ φησιν, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περί τε τῶν δραγμάτων καὶ τῶν 55.657 ἀστέρων. Μέχρι γὰρ ἐξέβη ταῦτα, τοῖς κακοῖς ἐγυμνά ζετο. Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρ χων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ. Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς ἐπήγαγε· Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐ τοῦ ὡς ἑαυτόν· καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σο φίσαι. Χρυσοῦ δίκην πυρωθεὶς κατὰ τὸ, ∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με, τοῦ Θεοῦ πρὸς νοῦν ἀγα γόντος τῷ Φαραὼ, λύεταί τε καὶ ἄρχει. Οὐχ ὁ τυχὼν δὲ φαίνεται τοῦ Φαραὼ λογισμός. Τί γὰρ ἐκώλυεν αὐτὸν μαθόντα τὰ περὶ τοῦ λιμοῦ, τοῦτον μὲν ἀπολῦσαι, τὰ δὲ περὶ τὸν σῖτον διοικῆσαι μετὰ τῶν ἰδίων ἀρχόντων; Ἀλλ' οὐ τοσοῦτον τῆς τῶν καρπῶν ἐφρόντισε φυλακῆς, ὅσον τῆς ψυχικῆς ὠφελείας τῶν ὑπ' αὐτοῦ σωθῆναι μελ λόντων ἀρχόντων τε καὶ πρεσβυτέρων αὐτοῦ, καὶ ὑπ' αὐτοῦ σοφισθῆναι· δι' ὧν ἔδει βελτίους καὶ τοὺς ὑπ ηκόους γενέσθαι. Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λα χὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνον χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε Σὴμ, Χὰμ, Ἰάφεθ. Τοῦ δὲ Χὰμ παῖς Χαναάν· τούτου δὲ Μεσραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος, ἀφ' οὗ καὶ ἡ χώρα. Ὅτι τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεσραῒμ ἐν Αἰγύπτῳ κατοικῆσαι, τοῦ Χα ναὰν ἐπὶ τῆς καλουμένης Παλαιστίνης οἰκοῦντος. ∆ιὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ εἰσῆλθεν εἰς Αἴγυπτον,καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα δὲ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Ἐξεδόθη δὲ καὶ ἑτέρως· Αὕτη, φησὶν, ἡ πρόφασις ἐγέ νετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπειδὴ ὁ Μεσραῒμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. Χὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Χοῦς πρωτότοκον, καὶ Μεσραῒμ τὸν ἀδελφὸν αὐτοῦ. Χοῦς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσραῒμ δὲ τὴν Αἴγυπτον· Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφά νειαν διὰ τῆς προσηγορίας δηλῶν. Ἐμνήσθη γὰρ ὁ Θεὸς τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ὅτε γὰρ εἶπενἈβραὰμ, Πῶς ἔσται τοῦτο; ἐπήγαγε· Γινώσκων γνώ σῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν