1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

41

προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν. Πολλὴν δὲ ἔχει τὴν συγγένειαν πρός τε τὸν πεντηκοστὸν ἕκτον καὶ πρὸς τὸν πεντηκοστὸν ἔννατον. Ὠδὴν δὲ ψαλ μοῦ τὴν ἐν συνέσει δοξολογίαν λέγει· τοῦτο γὰρ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Καὶ ἤδη προειρήκαμεν, ὡς δόξαν οἰκείαν ὁ προ φήτης τὴν προφητικὴν χάριν καλεῖ. Τῇ τῆς προφητείας, φησὶ, χρώμενος μελῳδίᾳ, λέγω σοι τῷ ∆εσπότῃ, ὡς ἑδραίαν ἔχω μου τὴν καρδίαν καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. Μακάριοι γὰρ, φησὶν, οἱ καθα ροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οἳ καὶ θαῤῥοῦντες ἐροῦσιν, Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. ∆υνάμει δέ φησιν ὁ προφήτης· Ἰδού σοι, ∆έσποτα, τὰ παρὰ τῆς ἐμῆς δυνάμεως παρεσκεύασται· πέμπε σου τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν προφητικὴν δωροῦ χάριν· εἰς γὰρ τὴν ταύτης ὑπηρεσίαν τὴν ἐμὴν ἡτοίμασα γλῶσσαν. Ἄσω τε καὶ ψαλῶ. εἴ μου πληρώσῃς τὴν ἐπιθυμίαν, μᾶλλον δὲ τὴν καρδίαν. Ἡ ἐμὴ δόξα, ἡ χάρις ἡ προφη τικὴ, ἤγουν ἕξις ἡ θεωρητική τε καὶ πρακτική. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, Ἐξεγερθήσομαι ὄρθρου· ἐξομολογήσομαί σοι ἐν λαοῖς. Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ψαλτήριον καὶ κιθά ραν ἑαυτὸν ὁ προφήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μου σικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀνεκρούετο μελῳδίαν. Εὐτρεπίζεται γὰρ πρὸς τὴν θείαν ἐπίπνοιαν, ψυχήν τε καὶ σῶμα κινῶν· διὰ μὲν τῆς κι 55.673 θάρας τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι' ὧν ὁ νοῦς ἀνακρούεται πᾶν ὅ τι βούλεται· διὰ δὲ τοῦ ψαλ τηρίου τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις. Ὡς δὲ τὰς ἀπαρχὰς τῆς ἑαυτοῦ ζωῆς ἀναθεὶς τῷ Θεῷ, τοὺς ὄρθρους ἀπολαμβάνει καὶ τοὺς καιροὺς τοῦ φωτὸς, ὡς ἐπιτη δειοτέρους τῆς ὅλης ἡμέρας. ∆ιεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ ∆εσπότου, ἀποκρίνεται πάλιν καὶ ὑπ ισχνεῖται ὄρθρου τοῦτο ποιήσειν· ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ καὶ μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιησόμενος. Ὄρθρον δὲ καλεῖ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων στόμασιν ὁ μακάριος ᾄδει ∆αυῒδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· πανταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν ὡς νεφέλας καὶ τοὺς προφήτας καὶ τοὺς ἀποστόλους καὶ τοὺς διδασκαλικῆς χάριτος τετυ χηκότας καλεῖ. ∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφε λῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει· ∆ι' αὐτῶν γὰρ τὰ ἀληθῆ μεμαθήκαμεν δόγματα. Ἔλεος δὲ καὶ ἀλήθεια τῆς οἰκονομίας Χριστοῦ τὸ μυστήριον, ὥστε τὸν προφήτην τοῦτον ἀλλαχόσε λέγειν· Ἔλεος καὶ ἀλήθεια συνήντησαν εἰς ἕν· ἡ τοῦ Χριστοῦ θεότης καὶ ἀνθρωπότης τῇ τοῦ Λόγου σαρκώσει κατήντησεν. Ἀλλὰ τὸ μὲν ἔλεος ἁρμόττει τῇ τοῦ Λόγου σαρκωθέντος θεό τητι· αὕτη γὰρ τὸ πλάσμα τὸ οἰκεῖον ἠλέησεν· ἡ ἀλήθεια δὲ τῇ σαρκί. Οὐδὲ γὰρ κατὰ φαντασίαν, ὥς τινες τῶν αἱρετικῶν δοκοῦσιν, ἀληθείᾳ δὲ ὁ Θεὸς Λόγος σεσάρκω ται. Τοῦτο γὰρ ἑρμηνεύων ὁ ∆αυῒδ πάλιν ἔλεγεν, Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, τὴν ἀνθρωπότητα τοῦ Κυρίου λέγων, τὴν ἀπὸ τῆς ἡμετέρας γῆς, δηλαδὴ τῆς ἀνθρωπότητος, ἀνατείλασαν. Μέγα τοίνυν ἐπάνω τῶν οὐρανῶν ἡ τοῦ Χριστοῦ θεότης διὰ τὴν δόξαν, ἢν παρὰ τῶν οἰκείων δυνάμεων ἐδοξάζετο. Ἐπὶ γῆς γὰρ ἠγνοεῖτο, καὶ τῇ σαρκὶ συνεσκιάζετο. Ὑψώθητι ἐπὶ τοὺς οὐρα νοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀμβακούμ· Ἐκάλυψενοὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ. Τοῦτο καὶ ὁ μακάριος ∆αυῒδ ἐν τῷ ὀγδόῳ ψαλμῷ ἔφη· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλο πρέπειά