1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

27

ρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν, ἀντὶ τοῦ, οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐδὲ τῇ προ γνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθμῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ' ἐμοί. ∆ιὰ τοῦτο τετρακοσίων ἐτῶν ἀνα μείνας περίοδον, οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις τὰς ἐπαγγελίας ἀπέδωκεν. Ὅπως ἂν φυλάξωσι τὰ δι καιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. ∆έδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐ τοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας.

ΨΑΛΜ. ΡΕʹ. Ἀλληλούια.

αʹ. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων

πως καὶ δι' ἃ γέγονεν ἡ ἀπο βολὴ αὐτῶν. Ἐν μὲν οὖν τῷ ἑκατοστῷ καὶ τετάρτῳ ψαλ μῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τῆς τῶν εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθεί σας αὐτοῖς διαφόρως τιμωρίας διδάσκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβεστέρων τὰς κοινὰς ὀλοφυ ρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων. Τὴν γὰρ αὐτὴν ἐπιγραφὴν ὁ ψαλμὸς εἰκότως ἔχει τῷ φθάσαντι· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἡ ἐπιγραφὴ σημαίνουσα τὸ, Αἰνεῖτε τὸν Κύριον, δηλοῖ τὸν ψαλμὸν αἶνον περιέχειν Θεοῦ. ∆ιδάσκει δὲ νῦν ἐξ ἀρχῆς τοὺς ἀπὸ ἁμαρτημάτων ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημέ νων τὰ τραύματα· διαθέσει δηλονότι ψυχῆς, ἀλλ' οὐ λόγῳ τοῦτο ποιοῦντας ψιλῷ. Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστό τητα τοῖς μετανοοῦσιν εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ∆ιαπαντὸς ἐλεεῖ· διαπαντὸς φιλανθρωπεύεται. Ἕτοιμός ἐστιν ἀεὶ τὰ αὐτοῦ διδόναι. Οὐ γάρ ἐστι καιρὸς ὡρισμένος αὐτῷ, ἀλλὰ τῆς γνώμης τῆς σῆς. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκου στὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ὅσα ὁ Θεὸς ἐν ἡμῖν ὑπὲρ θνητὴν φύσιν ποιεῖ, ταῦτα δυναστεία Κυ ρίου, ἅπερ ἐνεργήματα δυνάμεων ὁ Παῦλός φησι, λέγων· Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνερ γήματα δυνάμεων. Καὶ πάλιν ἑτέρωθι· Μὴ πάντες προφῆται; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρί σματα ἔχουσιν ἰαμάτων; ∆ιαιρεῖται δὲ τὰς δυνά μεις ἀπὸ τῶν ἰαμάτων. Τὰς μὲν γὰρ Ἰησοῦς ἐπετέλει περιπατῶν τυχὸν ἐπὶ τῆς θαλάσσης, ἐπιτιμῶν δὲ τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι, καὶ μεταμορφῶν ἑαυτὸν ἐν τῷ 55.661 ὄρει· τὰ δὲ λεπροὺς καθαρίζων, καὶ πᾶσαν νόσον ἰώμε νος. Καὶ ἐν τῇ παλαιᾷ ∆ιαθήκῃ δυνάμεις μὲν αἱ κατὰ τῶν Αἰγυπτίων πληγαὶ, θάλαττά τε διαιρουμένη, καὶ ποταμὸς Ἰορδάνης ὑποχωρῶν, ἡλίου τε στάσις ἐπὶ τοῦ Ἰησοῦ· ἰάσεις δὲ, ὅτε Μαρίαν λεπρῶσαν ἰάσατο Μωϋσῆς, ὅσα τε Ἠλίας καὶ Ἐλισσαῖος εἰργάσαντο. Ταύτας δὲ πάσας τὰς δυναστείας οἱ ἀπόστολοι εἰς πᾶσαν τὴν γῆν ἐποίησαν ἀκουστὰς μετὰ καὶ τῶν αἰνέσεων αὐτοῦ. Ἑκά στη γὰρ πρᾶξις τοῦ Κυρίου αἰνέσεως γέμει. Τάχα δὲ αἱ μὲν δυναστεῖαι τοῦ Κυρίου τὰ θαυμάσια αὐτοῦ περι έχουσι, τὰ δὲ χαρίσματα τῶν ἰαμάτων τὰς αἰνέσεις αὐ τοῦ. Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς καρπὸς ἤτοι μακαρισμὸς ὑπεισ