3
∆ράξασθε παιδείας ἐν τάχει καὶ ετι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε, ῥαθυμούντων ὑμῶν, ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
11 Ps 3,4 ̓Επειδὴ δ' ἐλέχθη ὡς ἐκ προσώπου κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται,
ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ κεφαλή, ὁ θεὸς ουσα, οτ' αν ἡ θεότης αὐτοῦ φανερὰ δι' ἀποδείξεως τοῖς πιστοῖς γίνεται. σημαίνει τὸ τῆς κεφαλῆς ονομα ἐν τούτοις αρχοντα· διὸ τῶν ἀνδρῶν αρχων ὁ Χριστὸς ἁγίων οντων βασιλεὺς αὐτῶν εἰκότως ἐστίν, καὶ ταύτῃ κεφαλὴ αὐτῶν χρηματίζει. 12Ps 3,5 ̔Η ὑπερφυὴς γνῶσις αὐτοῦ δύναται ορος αγιον ειναι θεοῦ, ἐξ ου εἰσακούει τῶν εὐχομένων θεός, ὁ μονογενὴς υἱὸς αὐτοῦ, περὶ ου ειρηται Εσται ἐμφανὲς τὸ ορος κυρίου ἐπ' ἐσχάτου τῶν ἡμερῶν, δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων. 13Ps 3,6 Τὸ κοιμηθῆναι σημαίνει τὴν ἀνάκλισιν, μεθ' ην εὐθέως ὁ υπνος ἐπιγίνεται. ἐπεὶ ουν ἑκουσίως ̓Ιησοῦς τὴν ψυχὴν αὐτοῦ εθηκεν, κατὰ τοῦτο κοιμηθεὶς υπνωσεν· οὐ γὰρ αν ἐτεθνήκει, εἰ μὴ αὑτὸν εἰς τοῦτο ἐδεδώκει, ἐξεγερθεὶς δὲ ἐκ νεκρῶν, ἀντιλαβομένου θεοῦ, πρωτότοκος ἐκ νεκρῶν γεγένηται. 14Ps 3,8b Ματαίως ἐχθροὺς εχει ὁ μὴ παρέχων μίσους καὶ εχθρας πρόφασιν· τοιοῦτοι δέ εἰσιν Πάντες οἱ διωκόμενοι διὰ τὸ ζῆν εὐσεβῶς ἐν Χριστῷ ̓Ιησοῦ, πρὸς ους λέγεται ὑπὸ τοῦ σωτῆρος Μακάριοί ἐστε οτ' αν ὀνειδίσωσιν ὑμᾶς καὶ ειπωσιν πᾶν πονηρὸν ψευδόμενοι ενεκεν ἐμοῦ, καὶ τὰ ἑξῆς. Ταύτης τῆς προθέσεως ων καὶ ὁ ∆αυὶδ πολλοὺς ειχεν ματαίως ἐχθροὺς ὡς τὸν Σαοὺλ καὶ τὸν ̓Αβεσσαλὼμ καὶ τοὺς σὺν αὐτοῖς· τοῦ γὰρ ἁγίου πολλὴν πραότητα καὶ ἀγαθότητα εἰς αὐτοὺς πολλάκις ἐνδειξαμένου, μάτην ησαν ἐχθροί. 15Ps 3,8c.9 Περὶ τῶν τοιούτων ὀδόντων πολλάκις ειπεν τῷ θεῷ Εβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν, καὶ εὐχαριστῶν ἐπὶ τῷ ὑπ' αὐτῶν μὴ βλαβῆναί φησιν Εὐλογητὸς κύριος, ος οὐκ εδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. δῆλον δὲ οτι περὶ νοητῶν ταῦτά φησιν. τοῖς ουτω λεγομένοις ὀδοῦσιν κακῶς χρώμενοι Γαλάται κακῶς εδακνον ἀλλήλους καὶ κατήσθιον, ματαίως καὶ ἁμαρτητικῶς χρώμενοι ταῖς δυνάμεσι τῆς ψυχῆς αι ὀδόντες ἀλληγορικῶς καλοῦνται. βεβαιωθείσης γὰρ τῆς αἰτήσεως ἀντ' ἐχθρῶν φίλοι καὶ ἀντὶ ἁμαρτωλῶν σπουδαῖοι γενήσονται. Τοῦ κυρίου ἡ σωτηρία· μὴ αλλοθεν τοίνυν η παρ' αὐτοῦ ταύτην ζητῶμεν. Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐδοκία σου· τίς δὲ ἡ εὐδοκία ἡ ἐπὶ τὸν λαὸν ἐρχομένη η ἡ βούλησις τοῦ πατρὸς ἡ περὶ τῆς ἐπιδημίας; δείξας γοῦν τὸν ἐνανθρωπήσαντα σωτῆρα Ουτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εφη, ἐν ῳ ηὐδόκησα. εἰς τοῦτο λήψῃ τὸ Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. 16 Ps 4,1 ̓Ωιδή ἐστιν ἐπινίκιος η χαριστήριος αινος μόνῃ φωνῇ προφερόμενος, ψαλμὸς δὲ υμνος ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ η καὶ κιθάρᾳ κρουόμενος. ειη δὲ πρὸς ἀναγωγὴν ᾠδὴ ἡ θεωρία τῆς ἀληθείας μόνῃ νοήσει μεμουσωμένη γενομένη, ψαλμὸς δὲ πράξεις κατὰ λόγον τὸν ὀρθὸν ἐπιτελούμεναι, ὡς ψάλλειν μὲν τὸν πρακτικὸν βίον εχοντα, ᾳδειν δὲ τὸν θεωρητικόν. ἐπεὶ τοίνυν ὁ ∆αυὶδ θεωρεῖ καθαρᾷ καρδίᾳ τὸν θεὸν καὶ τὴν ἀληθείαν αὐτοῦ, ᾠδὴν προφέρει, ην ειναι ἐν ψαλμοῖς λέγει διὰ τὸ πολλὰ πρακτικῶς αὐτῷ κατωρθῶσθαι. Αυτη ἡ ᾠδὴ Εἰς τὸ τέλος ἐστὶν ἐκεῖνο, ο καλεῖν εἰώθασιν εσχατον ὀρεκτὸν τῷ αὐτοῦ ενεκα τὰ αλλα πάντα ειναι αἱρετὰ καὶ ὀρεκτά, αὐτὸ δὲ οὐκ αλλου χάριν· οπερ ἐστὶν ἡ πάντων τελείωσις, περὶ ου καὶ ὁ Παῦλός φησιν Ειτα τὸ τέλος, καθ' ην ομοιός τις τῷ θεῷ γεγενημένος οψεται αὐτόν. Κατὰ τί δὲ βούλεται καὶ τὸ Τῷ ∆αυὶδ τὴν ᾠδὴν ἀλλὰ μὴ τοῦ ∆αυὶδ ἀναγεγράφθαι; φασὶν τοίνυν τινὲς τοῦ ∆αυὶδ ειναι τὸν ψαλμὸν η τὴν ᾠδήν, οτ' αν αὐτὸς ῃ προενεγκὼν θεοπνευσθείς, τῷ ∆αυὶδ δὲ ειναι τὴν ᾠδὴν η τὸν ψαλμόν, οτ' αν πρὸς αὐτὸν τὰ λεγόμενα ἀναφορὰν εχῃ. συνπίπτει δὲ πολλάκις καὶ αὐτοῦ καὶ αὐτῷ ειναι τὸ ἀπαγγελλόμενον, οτ' αν