3
διάλειμμα τοῦ Χριστοῦ πρὸς τὸ χρίσμα νοεῖν ἢ τοῦ βασιλέως πρὸς τὴν βασιλείαν ἢ τῆς σοφίας πρὸς τὸ πνεῦμα τῆς σοφίας ἢ τῆς ἀληθείας πρὸς τὸ πνεῦμα τῆς ἀληθείας ἢ τῆς δυνάμεως πρὸς τὸ πνεῦμα τῆς δυνά μεως) ἀλλ' ἐξ ἀϊδίου τῷ πατρὶ τοῦ υἱοῦ ἐνθεωρουμένου, ὅς ἐστι σοφία τε καὶ ἀλήθεια καὶ βουλὴ καὶ ἰσχὺς καὶ γνῶσις καὶ σύνεσις, ἐξ ἀϊδίου καὶ τὸ πνεῦμα τὸ ἅγιον αὐτῷ συν θεωρεῖται, ὅπερ ἐστὶ πνεῦμα σοφίας τε καὶ ἀληθείας καὶ βουλῆς καὶ συνέσεως καὶ πάντα τὰ ἄλλα ὅσα ὁ υἱός ἐστί 12 τε καὶ ὀνομάζεται. διὰ τοῦτό φαμεν συνημμένον ἅμα καὶ διακεκριμένον παραδεδόσθαι τοῖς ἁγίοις μαθηταῖς τὸ τῆς εὐσεβείας μυστήριον, τὸ δεῖν πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν τῶν προσώπων διαστολήν, ἓν δὲ ὄνομα προκείμενον τῆς κατὰ τὴν πίστιν ἐκθέσεως σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διερμηνεύει, πατρός 13 τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. διὰ γὰρ τῶν κλή σεων τούτων οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας· ὥστε γινώσκειν ἡμᾶς μήτε υἱὸν τὸν πατέρα εἶναι μήτε πατέρα τὸν υἱὸν μήτε υἱὸν ἢ πατέρα τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἕκαστον ἐν τῷ ἰδιάζοντι τῆς ὑποστάσεως χαρακτῆρι γνωρίζειν, ἐν ἀορίστῳ τελειότητι καὶ ἐφ' ἑαυτοῦ θεωρούμενον καὶ ἀπὸ τοῦ συνημμένου οὐ διαιρούμενον.
14 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τοῦ ὀνό ματος δηλουμένην; ταύτην ἔχομεν περὶ αὐτοῦ τὴν διάνοιαν ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα διὰ τῆς τῶν ὀνομάτων σημασίας περιλαμβάνεται. ὅ τε γὰρ οὐρανὸν εἰπὼν ἐπὶ τὸ δηλούμενον ὑπὸ τοῦ ὀνόματος κτίσμα τὴν διάνοιαν τοῦ ἀκούοντος ἤγαγε καὶ ὁ ἀνθρώπου ἤ τινος ἑτέρου τῶν ζῴων μνησθεὶς ἐπ' ὀνόματος εὐθὺς τὸ εἶδος τοῦ ζῴου τῷ ἀκη κοότι ἐνετυπώσατο, καὶ τὰ ἄλλα πάντα ὡσαύτως διὰ τῶν ἐπικειμένων ὀνομάτων ἐνζωγραφεῖται τῇ καρδία τοῦ διὰ τῆς ἀκοῆς παραδεξαμένου τὴν προσηγορίαν τὴν ἐπικειμένην 15 τῷ πράγματι. μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν τῷ πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ πιστευομένη κρείττων πάσης ἐστὶν ὀνοματικῆς σημασίας. διὰ τοῦτο ὄνομα εἰπὼν ὁ λόγος ἐν τῇ παραδόσει τῆς πίστεως τὸ τί οὐ προσέθηκε (πῶς γὰρ ἂν εὑρεθείη ὄνομα ἐπὶ πράγματος ὃ ὑπὲρ πᾶν ἐστιν ὄνομα;), ἀλλ' ἐξουσίαν ἔδωκεν, ὅπως ἂν χωρήσῃ ἡ διά νοια ἡμῶν εὐσεβῶς κινουμένη εὑρεῖν τι ὄνομα τῆς ὑπερ κειμένης φύσεως ἐνδεικτικόν, τοῦτο ὁμοίως ἐφαρμόζειν πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἴτε τὸ ἀγαθὸν εἴτε τὸ ἄφθαρτον, ὅπερ νομίσει ἕκαστος ἄξιον εἶναι πρὸς ἔνδειξιν 16 τῆς ἀκηράτου παραλαμβάνεσθαι φύσεως. καὶ τοῦτο δέ μοι δοκεῖ διὰ τῆς ἐκθέσεως ταύτης νομοθετεῖν ὁ λόγος, τὸ πεπεῖσθαι ἄρρητόν τε καὶ ἀκατάληπτον τὸ τῆς θείας οὐσίας ὄνομα εἶναι· φανερὸν γὰρ ὅτι ἡ τοῦ πατρὸς κλῆσις οὐκ οὐσίας ἐστὶ παραστατική, ἀλλὰ τὴν πρὸς τὸν υἱὸν σχέσιν ἀποσημαίνει. οὐκοῦν εἰ δυνατὸν ἦν τῇ ἀνθρωπίνῃ φύσει οὐσίαν διδαχθῆναι θεοῦ, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν οὐκ ἂν τὴν περὶ τού 17 του γνῶσιν ἀπεσιώπησε. νῦν δὲ τῷ μηδὲν περὶ τῆς οὐσίας εἰπεῖν ἔδειξεν, ὅτι ἐκείνης μὲν ἡ γνῶσις ἀμήχανος, ὃ δὲ χωροῦμεν μαθόντες οὐδὲν τοῦ ἀχωρήτου δεόμεθα, ἀρκοῦσαν ἔχοντες πρὸς σωτηρίαν ἡμῶν τῆς παραδοθείσης διδασκαλίας τὴν πίστιν. τὸ γὰρ μαθεῖν ὅτι ἐκεῖνός ἐστι τὸ ὄντως ὄν, ᾧ διὰ τῆς σχετικῆς ἐννοίας ἡ τοῦ υἱοῦ μεγαλειότης συνα ναφαίνεται, ἡ τελειοτάτη διδασκαλία τῆς εὐσεβείας ἐστί, τοῦ υἱοῦ, καθὼς εἴρηται, συνημμένως μεθ' ἑαυτοῦ τὸ πνεῦμα τῆς ζωῆς τε καὶ ἀληθείας συνενδεικνυμένου, ἐπειδὴ αὐτός ἐστι καὶ ζωὴ καὶ ἀλήθεια.
18 Τούτων οὕτω διῃρημένων πᾶσαν αἱρετικὴν ὑπόληψιν ἐν τοῖς θείοις δόγμασιν ἀναθεματίζοντες πιστεύομεν, καθὼς ἐδιδάχθημεν ὑπὸ τῆς τοῦ κυρίου φωνῆς, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,