3
τοῦ χοιρώδους βίου τὰ Ἰωάννου, ὥσπερ οὖν οὐδὲ πρὸς ἐκεῖνον τὰ ἐνταῦθα. Ἡ μὲν οὖν βροντὴ καταπλήττει τὰς ἡμετέρας ψυχὰς, ἄσημον ἔχουσα τὴν ἠχήν· ἡ δὲ τούτου φωνὴ θορυβεῖ μὲν οὐδένα τῶν πιστῶν, ἀλλὰ καὶ ἀνίησι θορύβου καὶ ταραχῆς· καταπλήττει δὲ δαίμονας μόνους καὶ τοὺς ἐκείνοις δουλεύοντας. Ἵν' οὖν ἴδωμεν ὅπως αὐτοὺς καταπλήττῃ, πολλὴν παρέχωμεν τὴν σιγὴν καὶ τὴν ἔξωθεν καὶ τὴν κατὰ διάνοιαν· καὶ ταύτην μάλιστα, Τί γὰρ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην; Ἐκείνην ἐγὼ ζητῶ τὴν ἡσυχίαν, τὴν ἀπὸ διανοίας, τὴν ἀπὸ ψυχῆς· ἐπειδὴ καὶ τῆς ἀκοῆς ἐκείνης δέομαι. Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος. Οὐ γὰρ ἔστι μὴ καθαρθεῖσαν τὴν ἀκοὴν ἰδεῖν τῶν λεγομένων τὸ ὕψος, ὡς ἰδεῖν χρὴ, οὐδὲ γνῶναι ὡς δεῖ τῶν μυστηρίων τούτων τὸ φρικτὸν καὶ ἀπόῤῥητον, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν τὴν ἐν τοῖς θείοις τούτοις χρησμοῖς. Εἰ γὰρ μέλος αὐλητικὸν καὶ κιθαρῳδίαν οὐκ ἄν τις μάθοι καλῶς, μὴ πάντη συντείνας τὸν νοῦν, πῶς μυστικῶν φωνῶν καθήμενος ἀκροατὴς ἐπακοῦσαι δυνήσεται ῥᾳθυμούσῃ ψυχῇ; γʹ. ∆ιὰ τοῦτο καὶ Χριστὸς παρῄνει, λέγων· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Μαργαρίτας δὲ ταῦτα τὰ ῥήματα ἐκάλεσε, καίτοι πολλῷ τιμιώτερα τούτων ὄντα, ἐπειδὴ ταύτης τῆς ὕλης οὐκ ἔστιν ἡμῖν ἑτέρα τιμιωτέρα. ∆ιὰ τοῦτο καὶ τὴν ἡδονὴν αὐτῶν μέλιτι πολλάκις παραβάλλειν εἴωθεν, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῆς τὸ μέτρον μόνον, ἀλλ' ὅτι τούτου οὐδέν ἐστιν ἕτερον ἥδιον παρ' ἡμῖν. Ἐπεὶ ὅτι γε καὶ λίθων φύσιν τιμίων, καὶ παντὸς μέλιτος ἡδονὴν, κατὰ πολλὴν νικᾷ τὴν ὑπερβολὴν, ἄκουσον τοῦ Προφήτου λέγοντος περὶ αὐτῶν, καὶ τὴν ὑπερβολὴν ταύτην δεικνύντος· Ἐπιθυμητὰ γὰρ, φησὶν, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺ, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον· ἀλλὰ τοῖς ὑγιαίνουσι· διὸ ἐπήγαγε, Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. Καὶ ἀλλαχοῦ πάλιν, εἰπὼν αὐτὰ γλυκέα, προσέθηκε, Τῷ λάρυγγί μου. Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου. Καὶ τὴν ὑπερβολὴν πάλιν διατηρεῖ, λέγων· Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου· ἐπειδὴ σφόδρα ὑγίαινε. Μὴ τοίνυν μηδὲ ἡμεῖς νοσοῦντες προσερχώμεθα τούτοις· ἀλλὰ θεραπεύσαντες τὴν ψυχὴν, οὕτω δεχώμεθα τὴν ἑστίασιν. ∆ιὰ γὰρ τοῦτο τοσαῦτα προειπὼν, οὐδέπω καθῆκα εἰς τὰς ῥήσεις ταύτας, ἵνα ἕκαστος πάντα ἀποθέμενος ἀῤῥωστίας τρόπον, ὥσπερ εἰς αὐτὸν εἰσιὼν τὸν οὐρανὸν, οὕτως εἰσίῃ καθαρὸς καὶ θυμοῦ, καὶ φροντίδος, καὶ ἀγωνίας βιωτικῆς, καὶ τῶν ἄλλων ἀπηλλαγμένος παθῶν. Οὐ γὰρ 59.28 ἔστιν ἑτέρως κερδᾶναί τι μέγα ἐντεῦθεν, μὴ πρότερον οὕτως ἀνακαθάραντα τὴν ψυχήν. Καὶ μή μοι λεγέτω τις ὅτι βραχὺς ὁ καιρὸς ὁ μεταξὺ τῆς συνάξεως τῆς μελλούσης. Ἔξεστι γὰρ οὐχὶ ἐν πέντε μόνον ἡμέραις, ἀλλὰ καὶ ἐν μιᾷ ῥοπῇ μεταθέσθαι τὸν βίον ἅπαντα. Τί γὰρ, εἰπέ μοι, λῃστοῦ καὶ ἀνδροφόνου χεῖρον; οὐχὶ τὸ ἔσχατον τοῦτο τῆς κακίας εἶδός ἐστιν; Ἀλλ' ὅμως εἰς τὸ ἄκρον τῆς ἀρετῆς εὐθέως ἔφθασε, καὶ εἰς αὐτὸν ἐχώρησε τὸν παράδεισον· οὐχ ἡμερῶν δεηθεὶς, οὐχ ἡμίσους ἡμέρας, ἀλλὰ βραχείας ῥοπῆς. Ὥστε ἔξεστιν ἄφνω μεταθέσθαι, καὶ γενέσθαι χρύσεον ἀντὶ πηλίνου. Ἐπειδὴ γὰρ οὐ φύσει τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἐστὶν, εὔκολος ἡ μετάθεσις, πάσης ἀνάγκης ἀπηλλαγμένη. Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ὁρᾷς ὅτι βουλήσεως δεῖ μόνης; βουλήσεως, οὐ τῆς κοινῆς μόνον ταύτης, τῆς τῶν πολλῶν, ἀλλὰ τῆς ἐσπουδασμένης. Ἐπεὶ ἅπαντας οἶδα εἰς τὸν οὐρανὸν θέλοντας ἀναπτῆναι νῦν, ἀλλὰ διὰ τῶν ἔργων δεῖ τὴν θέλησιν ἐπιδείξασθαι. Καὶ γὰρ ὁ ἔμπορος θέλει πλουτεῖν, ἀλλ' οὐ μέχρι τῆς διανοίας τὸ θέλειν ἵστησιν, ἀλλὰ καὶ πλοῖον κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην ἄπεισι γῆν, καὶ κινδύνους ὑπομένει πολλοὺς, καὶ τὰ ἄλλα πάντα ἅπερ ἴσασιν οἱ τὴν θάλατταν πλέοντες. Οὕτω καὶ ἡμᾶς δεῖ τὴν βούλησιν ἐπιδείξασθαι.