3
λέγων· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν. Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, εἴρηταί που ἐν προφήταις. Ἀλλὰ καὶ ὁ Πέτρος, Ὑμεῖς δὲ πάντες λίθοι ζῶντες, φησὶν, οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον. Τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους. ∆ιὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους, διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. Τούτους δὲ οὖν τοὺς λίθους ηὐδόκησαν οἱ δοῦλοί σου, δηλαδὴ οἱ προφῆται. Οὗτοι γὰρ θείῳ Πνεύματι προ ορῶντες τῆς μελλούσης οἰκοδομεῖσθαι καθ' ὅλης τῆς οἰκουμένης νέας Σιὼν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συν αχθησομένους εἰς τὴν οἰκοδομὴν λίθους ηὐδόκησαν, ἀρε σθέντες ἐν αὐτοῖς. Εἴποις δ' ἂν χοῦν εἶναι τῆς νενοημέ νης ἡμῖν Σιὼν ἤτοι τοὺς χοϊκώτερον μὲν βιοῦντας, τοῖς δὲ λίθοις τῆς οἰκοδομῆς συναριθμουμένους· ὅθεν καὶ οἴκτου τυγχάνειν ἀξιοῖ τοὺς ἐκ τῶν Ἰουδαίων ἔθνους εἰσέτι καὶ νῦν χοϊκώτερον θεοσεβεῖν προσποιουμένους, καὶ διὰ τοῦτο χοῦν ὀνομαζομένους.
Οἴκτου καὶ ἐλέους ἀξίους εἶναί φησι. ∆ιὸ οἱ δοῦλοι τοῦ Θεοῦ τούτους μὲν οἰκτειρήσειν προφητεύονται, τοὺς δὲ λίθους τῆς νέας οἰκοδομῆς εὐδοκιμήσειν. Ἢ λίθους τοὺς πιστεύσαντας τῷ Χριστῷ μετὰ τὴν ἀνάστασίν φησι, δούλους δὲ, τοὺς ἁγίους ἀποστόλους, δι' ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα. Καλῶς δὲ εἶπε, Φοβηθήσονται· τότε γὰρ αὐτοῦ τὸν φόβον τὰ ἔθνη οὐκ ἐκέκτηντο· ἀφ' οὗ δὲ τοῖς ἀποστόλοις προσ έταξε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Ἀλλὰ μὴν καὶ Οἱ βασιλεῖς τῆς γῆς, οὐ τινὲς, ἀλλὰ Πάντες· διόπερ ἐρείσματα τῶν βασιλέων καὶ τοὺς δι καίους λέγεσθαι· αὐτοχειροτόνητοι γὰρ οὗτοι· μᾶλλον 55.639 δὲ τὰ παρὰ Θεοῦ χειροτονηθέντες βασιλεῖς, διὰ τὸ δεσπό ζειν τῶν ἡδονῶν, καὶ φυλάξαι τὴν βασιλικὴν εἰκόνα, τυγ χάνουσιν. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβανον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως ἐκάλεσε δόξαν τοῦ Θεοῦ τὴν τῆς πόλεως νεουρ γίαν· ἀντὶ τοῦ, πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν. Ἡνίκα πάντως μέσος τοῦ χοροῦ τῶν ἀποστόλων ἵστατο, τότε ἐν τῇ δόξῃ αὐτοῦ δηλαδὴ τοῖς σημείοις τῶν παθημάτων ἐφαίνετο· φησὶ γὰρ πρὸς τὸν Θωμᾶν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ τὰ ἑξῆς. ∆όξαν δὲ τὰ πάθη καλεῖ, ἐπειδὴ δι' αὐτῶν τὴν οἰ κουμένην ὑπέταξε. Νοήσεις δὲ καὶ ἑτέρως τὸ, Οἰκοδο μήσει Κύριος τὴν Σιών. Γενόμενος γὰρ σὰρξ ὁ Θεὸς Λόγος, καὶ σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε τὴν Ἐκκλησίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. Ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ θεα σώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἐπ έβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.
γʹ. Οὐ κατεφρόνησε, φησὶν, ὡς αἰχμαλώτων καὶ δούλων, ἀλλ' ἐδέξατο τὴν ἱκετείαν καὶ δέδωκε τὴν ἐλευθερίαν. Ταπεινοὺς δὲ τοὺς ταπεινόφρονάς φησι, περὶ ὧν ὁ Κύ ριος ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' [ἢ] ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Αἰ νίττεται δὲ τοὺς ἀποστόλους. Ἢ καὶ προσευχὴν λέγει τῶν ταπεινούντων ἑαυτοὺς προφητῶν, περὶ οὓς εἴ ρητο τὸ, Προσευχὴ τῷ πτωχῷ· καὶ περὶ τῆς δεήσεως ἔλεγε· Καὶ ἐνώπιον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐ τοῦ, δι' ἣν ἀνοικοδομήσει