1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

4

αὐτοῦ διακονησαμένου τῷ πνεύματι τὰ ὑποβαλλόμενα ὑπ' αὐτοῦ προελέχθη, ειτα δοθέντος τοῦ ψαλμοῦ τινι τῶν ᾀδόντων ἀπηγγέλθη δι' ἐκείνων Τῷ ∆αυίδ· ὁποτέρως δ' εχει εκαστον τῶν ἐν γραφαῖς κειμένων, μόνου τοῦ κατὰ θεὸν σοφοῦ εἰδέναι †

17Ps 4,2b Πλατύνει δὲ ἐν θλίψει ὁ θεὸς οὐ παύων τὴν περίστασιν, οὐκ

ἀνατρέπων τοὺς κακοῦντας ἀλλὰ παρέχων μεγαλοψυχίαν γενναίως φέρειν τὰ περιστατικά. κατὰ ταύτην τὴν διάνοιαν ἀκουστέον καὶ τὸ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς, ὑπομονὴν χαριζόμενος. εστι δ' οτε καὶ εξω τῶν περιστάσεων ποιεῖ τὸν μεγαλοψύχως πρὸς τὰς περιστάσεις στάντα ὡς τὸν ̓Ιωσὴφ καὶ τὸν ̓Ιὼβ ἀλλὰ καὶ αὐτὸν τὸν περὶ ου τὰ προκείμενα. 18 Ps 4,3a Πολλὰ δὲ τοιαῦτα φέρεται καὶ ἐν τῇ γραφῇ ων εν ἐστιν καὶ τὸ Βροτὸς γὰρ γεννητὸς γυναικός, καὶ τὸ ̓Εν γεννητοῖς γυναικῶν ̓Ιωάννου οὐδεὶς μείζων ἐστίν. καὶ αυται γὰρ αἱ λέξεις ἀντὶ τοῦ ανθρωποι ειρηνται. 19Ps 4,4a Η οὐ θαυμαστοῦται ὁ οσιος τοῦ θεοῦ οτ' αν θλίψεις φέρῃ μεγαλοψύχως δοκούσας ὑπὲρ ανθρωπον ειναι ἀλλὰ καὶ οτ' αν ἐπικαλούμενος θεὸν ἐπινεύοντα εὐθέως εχῃ, απερ πάντα ἀγνοεῖ ὁ βαρείαν καρδίαν, τουτέστι νόησιν μετὰ κακίας, εχων; εἰ δὲ περὶ τοῦ Χριστοῦ ειρηται πρὸς ̓Ιουδαίους ὁ λόγος διὰ τὸ βαρυκάρδιον οὐκ ετι θεοῦ ἀλλ' ἀνθρώπων υἱούς, πῶς γὰρ οὐκ ἐθαυμάστωσεν κύριος τὸν οσιον ἐν αὐτῷ καὶ δι' αὐτοῦ πληρώσας προφητείας, παραδόξων δυνάμεων γενομένων δι' αὐτοῦ ετι μὴν καὶ ἀναστάντος ἐκ νεκρῶν; γνώσεσθε δὲ ἀποβαλόντες τὸ βαρυκάρδιον καὶ ἐρευνήσαντες τὰς περὶ τοῦ ὁσίου γραφάς· ἐρευνήσασι γὰρ ὑμῖν ἡ καινότης τοῦ πνεύματος εὑρεθήσεται. 20 Ps 4,5a Ταύτην τὴν λέξιν παραλαβὼν ὁ ἀπόστολος ἐπήγαγεν αὐτῇ· ̔Ο ηλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ ταύτην καταδεξάμενος τὴν ἀποστολικὴν προτροπὴν ὀργισθεὶς οὐχ ἁμαρτάνει τοῦ κατ' ὀργὴν διακειμένου ἐπίμονον αὐτὴν εχοντος ον καὶ μηνιαστὴν εθος καλεῖν. βεβαιοῖ ταύτην τὴν νόησιν τὸ ἑξῆς ἐπιφερόμενον· Α λέγετε γάρ φησίν (ὀργισθέντες δηλονότι) ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις κατανύγητε, ωστε ἀναστάντας ἐξ υπνου μηδὲν πρᾶξαι η εἰπεῖν τῶν ἐν τῇ καρδίᾳ ἐν ὀργῇ διεσκεμμένων. 21 Ps 4,7b ∆υνατὸν Φῶς τοῦ προσώπου τοῦ θεοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως καὶ εἰκόνα αὐτοῦ τοῦ ἀοράτου θεοῦ εἰπεῖν, οπερ φῶς ἀπεντεῦθεν ἐσημειώθη ἐφ' ἡμᾶς μορφωθέντας κατ' αὐτόν. οὐκ ἀγνοητέον ὡς ἀναγινώσκουσί τινες τὸ Τίς δείξει ἡμῖν τὰ ἀγαθὰ ουτως· τὰ ἀγαθὰ οὐ πολλῶν ἐστιν, ἀλλ' ἑνός ἐστιν δεῖξαι· ουτος δὲ ὁ μονογενής ἐστι τοῦ θεοῦ υἱός. σημαίνει τοῖς ουτως ἐκλαμβάνουσι τὸ Τίς τὸ ὀνομαζόμενον ἰδίως ποιὸν η ατομον καὶ μίαν τῷ ἀριθμῷ οὐσίαν. συγχρῶνται μαρτυρίῳ τὸ Ανθρωπός τις εὐγενής, καὶ ἐνταῦθα γὰρ τὸ Τίς δηλοῖ τὸν ἰδίως ποιόν. 22 Ps 4,9 Εἰ καὶ ουτοι ἀπὸ τῶν ἡδέων αὑτοῖς εδοξαν πληθύνεσθαι, ἀλλά γε ἐγὼ προσδοκῶν αἰῶνα μέλλοντα καὶ μισθὸν ὀρθῆς πολιτείας, πάσης ταραχῆς ἐκτὸς διὰ τὴν ἐλπίδα γεγονώς, ̓Επὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσωμαι, κοίμησιν καὶ υπνον λέγων τὴν ἀπὸ τοῦ βίου ἀναχώρησιν· ἀποδιδοὺς τὴν αἰτίαν τοῦ κεκοιμῆσθαι καὶ ὑπνωκέναι ἐν εἰρήνῃ εὐθὺς ἐπήγαγεν οτι ̓Επ' ἐλπίδι κατῴκισάς με. ειρηται δὲ καὶ ἐν ̓Ωσηὲ πρὸς τὴν ψυχὴν ἐκ προσώπου τοῦ θεοῦ Κατοικιῶ σε ἐπ' ἐλπίδι. ποιεῖ δὲ τοῦτο θεὸς ἐλπίδα μελλόντων θείων ἀγαθῶν προτείνων τοῖς κατοικιζομένοις ὑπ' αὐτοῦ ἐν διανοητικῇ καὶ πρακτικῇ ἀρετῇ καὶ ἐν δόγμασιν ἀληθείας καὶ θεσμοῖς ἐκκλησιαστικοῖς.

23 Ps 5,1a Εἰς τὸ τέλος χαριστήριος υμνος ᾳδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς

ητοι ἐκκλησίας εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ θεοῦ θεραπευταῖς· εστι γὰρ κληρονομία τοῖς θεραπεύουσι κύριον. εστιν δὲ αυτη οὐ φθαρτὴ καὶ ἐν