4
ὁμολογοῦντες μετὰ τῆς πίστεως ταύτης καὶ τὴν γενομένην παρὰ τοῦ δε σπότου τῆς κτίσεως ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ σαρ κωθεὶς ἐν τῇ ἁγίᾳ παρθένῳ ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ θα νάτου, ἐν ᾧ κατειχόμεθα ὑπὸ τῆς ἑαυτῶν ἁμαρτίας πε πραμένοι, δοὺς ἀντάλλαγμα τῆς λυτρώσεως τῶν ψυχῶν 19 ἡμῶν τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ἐξέχεε διὰ τοῦ σταυροῦ· καὶ ὁδοποιήσας ἡμῖν δι' ἑαυτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἥξει καιροῖς ἰδίοις ἐν τῇ δόξῃ τοῦ πατρὸς κρῖναι πᾶσαν ψυχὴν ἐν δικαιοσύνῃ, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ μὲν τὰ ἀγαθὰ ποιή σαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ὡς ἂν δὲ μή τινι τῶν ἁπλουστέρων ἀνεξετάστως παρεμπεσοῦσα ἡ αἱρετικὴ διαφθορὰ ἡ νῦν παρὰ τοῦ Εὐνομίου διασπειρομένη βλάψειε τὸν ἀκέραιον, ἀναγκαίως κατὰ μέρος προτιθέντες τὴν περιφερομένην παρ' αὐτῶν ἔκθεσιν διελέγξαι τὴν κακίαν τοῦ δόγματος αὐτῶν πειρασόμεθα. Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω· πι στεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φωνῇ τιμῶντες αὐτόν (ἔστι γὰρ ἀψευδής), ἀλλ' ὄντως ὄντα φύσει τε καὶ δόξῃ θεὸν ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτήτως μόνον. ὁ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν πιστεύειν ἐπαγγειλά μενος μὴ παρατρεπέτω τὴν παρὰ τοῦ δεσπότου τῶν ὅλων γενομένην τῆς πίστεως ἔκθεσιν πρὸς τὸ ἑαυτῷ δοκοῦν, ἀλλ' ἀκολουθείτω ταῖς παρὰ τῆς ἀληθείας φωναῖς. ἐκεῖ τοίνυν τοῦ λόγου τῆς πίστεως περιέχοντος τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τίνα συμ φωνίαν ἔχει τὰ νῦν ἐκτεθειμένα πρὸς τὰς τοῦ δεσπότου φωνάς, ὥστε εἰς τὴν ἐκείνου διδασκαλίαν τὸ τοιοῦτον ἀνα 21 φέρειν δόγμα; ποῦ τοίνυν εἶπε δεῖν πιστεύειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν ἐν τοῖς εὐαγγελικοῖς λόγοις ὁ κύριος, οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι, εἰ μή τι νέον ἐστὶ παρ' αὐτοῖς εὐαγγέλιον. ἃ γὰρ ἐξ ἀρχαίων μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐν ταῖς ἐκκλησίαις ἀναγινώσκεται, ταύτην τὴν φωνὴν οὐ περιέχει τὴν λέγουσαν δεῖν πιστεύειν ἢ βαπτίζειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεόν, καθὼς οὗτοι λέγουσιν, ἀλλ' εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὡς δὲ ἡμεῖς παρὰ τῆς τοῦ δεσπότου φωνῆς ἐδιδάχθημεν, τοῦτό φαμεν, ὅτι τὸ ἓν οὐ τὸν πατέρα σημαίνει μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τῷ πατρὶ συνενδείκνυται, οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐγὼ καὶ ὁ 22 πατὴρ ἕν ἐσμεν. ὁμοίως δὲ καὶ τὸ θεὸς ὄνομα ἐπίσης ἐπικέκληται τῇ τε ἀρχῇ ἐν ᾗ ὁ λόγος καὶ τῷ ἐν τῇ ἀρχῇ ὄντι λόγῳ (εἶπε γὰρ ὅτι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος), ὥστε καὶ ἐν τῷ τῆς θεότητος σημαινομένῳ ὁμοίως τῷ πατρὶ καὶ τὸν υἱὸν συνθεωρεῖ σθαι. πρὸς τούτοις δὲ καὶ τὸ ἀληθινὸν ἄλλο τι παρὰ τὴν ἀλήθειαν νοηθῆναι οὐ δύναται. ὅτι δὲ ἀλήθεια ὁ κύριος, οὐδεὶς ἀντιλέξει πάντως, εἰ μή τις εἴη τῆς ἀληθείας ἀλ λότριος.
23 Εἰ τοίνυν καὶ ἐν τῷ ἑνὶ ὁ λόγος ἐστὶν καὶ θεός ἐστι καὶ ἀλήθεια, καθὼς ἐν τῷ εὐαγγελίῳ κηρύσσεται, εἰς ποίαν τοῦ κυρίου διδασκαλίαν ἀναφέρει τὸ δόγμα ὁ ταῖς διασταλτικαῖς ταύταις φωναῖς κεχρημένος; ἡ γὰρ ἀντι διαστολὴ τοῦ μόνου πρὸς τὸν μὴ μόνον ἐστὶ καὶ τοῦ θεοῦ πρὸς τὸν μὴ θεὸν καὶ τοῦ ἀληθινοῦ πρὸς τὸν μὴ ἀλη 24 θινόν. εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἐκεῖνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συν τιθέμεθα· καθ' ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται· πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια [καὶ ἄλλως· πρὸς τὸ πλῆθος ἀντι διαιρεῖ τὸ μόνον καὶ πρὸς τὰ ψευδῆ τὸ ἀληθινὸν καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα θεόν]· εἰ δὲ πρὸς τὸν μονο γενῆ θεὸν ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοὶ ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει 25 καὶ θεὸς πρὸς τὸν μὴ ὄντα θεόν. τοῦ δὲ κυρίου, ὅς ἐστιν ἀλήθεια, θεοῦ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ ἓν πρὸς τὸν πατέρα ὄντος, αἱ διασταλτικαὶ αὗται φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν. ὁ γὰρ ἀληθῶς εἰς