4
Πλέομεν γὰρ καὶ ἡμεῖς πλοῦν, οὐ τὸν ἀπὸ γῆς εἰς γῆν, ἀλλὰ τὸν ἀπὸ γῆς εἰς οὐρανόν. Κατασκευάσωμεν οὖν τὸν λογισμὸν τὸν ἡμέτερον πρὸς κυβέρνησιν ἐπιτήδειον τὴν ἄνω φέρουσαν, καὶ ναύτας αὐτῷ πειθηνίους, καὶ πλοῖον στερεὸν, ὥστε μήτε περιστάσει καὶ ἀθυμίᾳ βαπτίζεσθαι βιωτικῇ, μήτε ἀλαζονείας ἐπαίρεσθαι πνεύματι, ἀλλ' εὔζωνον εἶναι καὶ κοῦφον. Ἂν οὕτω μὲν τὸ πλοῖον, οὕτω δὲ τὸν κυβερνήτην καὶ τοὺς ναύτας παρασκευάσωμεν, ἐξ οὐρίων πλευσόμεθα, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀληθῆ κυβερνήτην ἐπισπασόμεθα πρὸς ἑαυτούς· ὃς οὐκ ἀφήσει βαπτισθῆναι τὸ σκάφος ἡμῖν, ἀλλὰ κἂν μυρίοι πνεύσωσιν ἄνεμοι, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσει, καὶ τῇ θαλάττῃ, καὶ ἀντὶ σάλου πολλὴν ἐργάσεται τὴν γαλήνην. δʹ. Κατασκευάσαντες τοίνυν ἑαυτοὺς οὕτως, τῇ ἐπιούσῃ παραγένεσθε τῇ ἐκκλησίᾳ, εἴ γε περισπούδαστον ὑμῖν τι τῶν χρησίμων ἀκοῦσαι καὶ ἐναποθέσθαι τὰ λεγόμενα τῇ ψυχῇ. Μηδεὶς ὁδὸς ἔστω, μηδεὶς πέτρα, μηδεὶς ἀκανθῶν πεπληρωμένος. Ποιήσωμεν ἑαυτοὺς νεώματα· οὕτω γὰρ καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβαλοῦμεν, ἐὰν ἴδωμεν τὴν γῆν καθαράν· ἐὰν δὲ λιθώδη καὶ τραχεῖαν, σύγγνωτε μὴ βουλομένοις εἰκῆ πονεῖσθαι· εἰ γὰρ τὸ σπείρειν ἀφέντες, ἀρξόμεθα τὰς ἀκάνθας ἐκκόπτειν, πάλιν ἐσχάτης ἀνοίας σπέρματα καταβαλεῖν εἰς ἀνέργαστον γῆν. Τὸν ταύτης ἀπολαύοντα τῆς ἀκροάσεως, οὐ δεῖ τῆς δαιμονικῆς μετέχειν τραπέζης. Τίς γὰρ κοινωνία δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἕστηκας ἀκούων Ἰωάννου, καὶ δι' ἐκείνου τὰ τοῦ Πνεύματος μανθάνων, καὶ μετὰ ταῦτα ἀπέρχῃ πορνῶν ἀκουσόμενος γυναικῶν, αἰσχρὰ φθεγγομένων, αἰσχρότερα ὑποκρινομένων, καὶ μαλακῶν ῥαπιζομένων τε καὶ ῥαπιζόντων ἀλλήλους, Πῶς δυνήσῃ καλῶς καθαρθῆναι, ἐγκαλινδούμενος βορβόρῳ τοσούτῳ; Τί γὰρ δεῖ κατὰ μέρος πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην τὴν αὐτόθι; Πάντα γὰρ ἐκεῖ γέλως, 59.29 πάντα αἰσχύνη, πάντα ὄνειδος, καὶ λοιδορίαι καὶ σκώμματα· πάντα ἔκλυσις, πάντα λύμη. Ἰδοὺ προλέγω καὶ παραγγέλλω πᾶσιν ὑμῖν· μηδεὶς τῶν ταύτης ἀπολαυόντων τῆς τραπέζης, φθειρέτω τὴν ἑαυτοῦ ψυχὴν τοῖς δηλητηρίοις ἐκείνοις θεάμασι. Πομπὴ πάντα ἐστὶ τὰ ἐκεῖ λεγόμενα καὶ πραττόμενα σατανική. Ἴστε δὲ οἱ μεμυημένοι, ποίας ἡμῖν ἔθεσθε συνθήκας· μᾶλλον δὲ ποίας ἔθεσθε τῷ Χριστῷ, ὅτε ὑμᾶς αὐτὸς ἐμυσταγώγει· τί πρὸς αὐτὸν εἴπατε, τί περὶ τῆς πομπῆς τῆς σατανικῆς αὐτῷ διελέχθητε, πῶς μετὰ τοῦ σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ, καὶ ταύτῃ τότε ἀπετάττεσθε, καὶ ὑπισχνεῖσθε, μηδὲ παρακύψειν ἐκεῖ; ∆έος οὖν οὐ μικρὸν, μὴ περὶ τὰς τοιαύτας ὑποσχέσεις ἀγνώμων τις γενόμενος, ἀνάξιον ἑαυτὸν καταστήσῃ τῶν μυστηρίων τούτων. Οὐχ ὁρᾷς πῶς ἐν ταῖς βασιλικαῖς αὐλαῖς, οὐχ οἱ προσκεκρουκότες, ἀλλ' οἱ τετιμημένοι καλοῦνται μεθέξοντες τῆς γνώμης ἐκείνης, καὶ εἰς τοὺς φίλους τάττονται τοὺς βασιλικούς; Πρεσβευτὴς ἡμῖν ἦλθεν ἐξ οὐρανοῦ, παρ' αὐ 59.30 τοῦ πεμφθεὶς τοῦ Θεοῦ, περί τινων ἀναγκαίων διαλεξόμενος· εἶτα ὑμεῖς ἀφέντες ἀκοῦσαι τί βούλεται καὶ τί διαπρεσβεύεται πρὸς ἡμᾶς, κάθησθε μίμων ἀκούοντες. Καὶ πόσων οὐκ ἄξια ταῦτα κεραυνῶν, πόσων σκηπτῶν; Ὥσπερ γὰρ τραπέζης οὐ χρὴ μετέχειν δαιμονίων· οὕτως οὐδὲ ἀκροάσεως δαιμονίων, οὐδὲ μετὰ ῥυπαρᾶς τῆς ἐσθῆτος εἰς τὴν λαμπρὰν τράπεζαν παραγενέσθαι τὴν τοσούτων γέμουσαν ἀγαθῶν, ἣν αὐτὸς παρεσκεύασεν ὁ Θεός. Τοσαύτη γὰρ αὐτῆς ἡ δύναμις, ὡς καὶ πρὸς τὸν οὐρανὸν αὐτὸν ἀθρόον ἡμᾶς ἐπᾶραι, μόνον ἐὰν σώφρονι διανοίᾳ προσέχωμεν. Οὐ γὰρ ἔστι τὸν συνεχῶς τοῖς θείοις ἐπαδόμενον λόγοις ἐπὶ τῆς παρούσης μεῖναι ταπεινότητος· ἀλλὰ ἀνάγκη πτερωθῆναι εὐθέως, καὶ πρὸς αὐτὸν ἀναπτῆναι τὸν ἄνω χῶρον, καὶ τοῖς ἀπείροις ἐντυχεῖν τῶν ἀγαθῶν θησαυροῖς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.29 ΟΜΙΛΙΑ Βʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. αʹ. Εἰ μὲν Ἰωάννης ἡμῖν ἔμελλε διαλέξεσθαι, καὶ τὰ αὐτοῦ πρὸς ἡμᾶς ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρίδα εἰπεῖν καὶ ἀνατροφήν. Ἐπειδὴ δὲ οὐχ οὗτος, ἀλλ' ὁ