4
ὑφ' ὧν ἥκιστα χρῆν ἀνόσια ἔργα «Ὦ παῖ» λέγων «γλυκύτατε, πατέρα μὲν τὸν σὸν ὅστις ποτὲ ἦν «οὐδαμῆ οἶσθα, ἐπεί σε ὑπὸ τιτθοῦ τρεφόμενον ἔτι «καταλιπὼν ξυνεμετρήσατο τὸν ἑαυτοῦ βίον. οὐ μὴν «οὐδέ του τῶν αὐτοῦ ὤνησαι. ἦν γὰρ τὰ ἐς τὴν οὐ2.7 «σίαν οὐ λίαν εὐδαίμων. ὑπ' ἐμοὶ δὲ καίπερ ὄντι «πατρωῷ τραφεὶς, τήν τε ἡλικίαν τηλικόσδε εἶ, ὡς «σὸν εἶναι ἀμύνειν ἀδικουμένῳ μοι ἐς τὰ μάλιστα, ἔς «τε ὑπάτων ἀξίωμα ἥκεις καὶ πλούτου περιβέβλησαι «τοσόνδε χρῆμα, ὥστε πατήρ τε καὶ μήτηρ καὶ τὸ «ξυγγενὲς ἅπαν ἔγωγε καλοίμην ἂν, ὦ γενναῖε, καὶ 2.8 «εἴην δικαίως. οὐχ αἵματι γὰρ, ἀλλὰ τοῖς ἔργοις «εἰώθασι δῆτα σταθμᾶσθαι τὴν ἐς ἀλλήλους στοργὴν 2.9 «ἄνθρωποι. ὥρα σοι τοίνυν μὴ περιιδεῖν ἐμὲ μὲν «πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερη»μένον τοσούτων τὸ πλῆθος, τὴν δὲ μητέρα τὴν σὴν «αἶσχος ἀναδουμένην οὕτω δὴ μέγα πρὸς πάντων 2.10 «ἀνθρώπων. ἐνθυμοῦ τε ὡς αἱ τῶν γυναικῶν ἁμαρ»τάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ «παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ «φέρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον συμβήσεται, ὡς φύσει 2.11 «τὸν τρόπον ταῖς γειναμέναις ἐοίκασιν. οὑτωσί τε «λογίζου περὶ ἐμοῦ, ὡς ἐγὼ τὴν γυναῖκα τὴν ἐμαυτοῦ «πάνυ μὲν φιλῶ, καὶ ἤν μοι τίσασθαι τὸν διαφθορέα «τῆς οἰκίας ἐξῇ, οὐδὲν αὐτὴν ἐργάσομαι φαῦλον, «περιόντος δὲ Θεοδοσίου ταύτῃ τὸ ἔγκλημα ἐπιχωρεῖν «οὐκ ἂν δυναίμην.» 2.12 Ταῦτα ἀκούσας ὁ Φώτιος ὑπηρετήσειν μὲν ὡμολόγει ἐς ἅπαντα, δεδιέναι δὲ μή τι λάβοι ἐνθένδε κακὸν, τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ σφόδρα ἔχων· ἄλλα τε γὰρ αὐτὸν πολλὰ καὶ τὸ Μακεδονίας δυσωπεῖν 2.13 πάθος. διὸ δὴ ἄμφω ἅπαντας ἀλλήλοιν ὠμοσάτην ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί τε καὶ ὀνομάζονται, μήποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν 2.14 ἐς τὸν ὄλεθρον φερόντων κινδύνων. ἐν μὲν οὖν τῷ παρόντι τῷ ἔργῳ ἐγχειρεῖν ἔδοξε σφίσιν ἀξύμφορον εἶναι, ὁπηνίκα δὲἈντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴνἜφεσον Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον ἐν τῇἘφέσῳ γενόμενον Θεοδόσιόν τε καὶ τὰ 2.15 χρήματα οὐδενὶ πόνῳ χειρώσασθαι. τότε μὲν οὖν αὐτοί τε τὴν ἐσβολὴν παντὶ τῷ στρατῷ ἐς τὴν Περσίδα πεποίηνται χώραν, ἀμφί τεἸωάννῃ τῷ Καππαδόκῃ ἐν Βυζαντίῳ ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν 2.16 τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. ἔνθα δὴ τοῦτό μοι τῷ δέει σεσιώπηται μόνον, ὅτι γε οὐκ εἰκῆ τόν τεἸωάννην καὶ τὴν αὐτοῦ παῖδα ἡἈντωνίνα ἐξηπατήκει, ἀλλ' ὅρκων αὐτοὺς πλήθει, ὧνπερ οὐδὲν φοβερώτερον ἔν γε Χριστιανοῖς εἶναι δοκεῖ, πιστωσαμένη, μηδεμιᾷ 2.17 δολερᾷ γνώμῃ ἐς αὐτοὺς χρῆσθαι. ταῦτά τε διαπεπραγμένη καὶ πολλῷ ἔτι μᾶλλον ἐπὶ τῇ τῆς βασιλίδος θαρροῦσα φιλίᾳ Θεοδόσιον μὲν ἐςἜφεσον στέλλει, αὐτὴ δὲ μηδὲν ὑποτοπάζουσα ἐναντίωμα ἐπὶ τὴν ἕω 2.18 κομίζεται. ἄρτι δὲ Βελισαρίῳ τὸ Σισαυράνων φρούριον ἑλόντι ὁδῷ ἰοῦσα πρός του ἀγγέλλεται. καὶ ὃς τἄλλα πάντα ἐν οὐδενὶ λόγῳ πεποιημένος ὀπίσω ὑπῆγε 2.19 τὸ στράτευμα. ξυνηνέχθη γὰρ, ᾗπέρ μοι τὰ πρότερα δεδιήγηται, καὶ ἕτερα ἄττα ἐν τῷ στρατοπέδῳ γενέσθαι, ἅπερ αὐτὸν ἐς τὴν ἀναχώρησιν ὥρμα. τοῦτο 2.20 μέντοι πολλῷ ἔτι θᾶσσον ἐνταῦθα ἀνῆγεν. ἀλλ' ὅπερ τοῦδε τοῦ λόγου ἀρχόμενος εἶπον, οὔ μοι ἀκίνδυνον τηνικάδε τοῦ χρόνου ἔδοξεν εἶναι τὰς αἰτίας τῶν πε2.21 πραγμένων ἁπάσας εἰπεῖν. ἔγκλημά τε ἀπ' αὐτοῦ ἐγένετο Βελισαρίῳ πρὸς πάντωνῬωμαίων, ὅτι δὴ τῆς πολιτείας τὰ καιριώτατα αὐτὸς περὶ ἐλάσσονος πραγ2.22 μάτων τῶν κατὰ τὴν οἰκίαν πεποίηται. ἀρχὴν μὲν γὰρ τῷ τῆς γυναικὸς πάθει ἐχόμενος, ὡς ἀπωτάτω γενέσθαι τῆς γῆςῬωμαίων οὐδαμῆ ἤθελεν, ὅπως ἐπειδὰν τάχιστα πύθηται τὴν γυναῖκα ἐκ Βυζαντίου ἥκειν, ἀναστρέψας αὐτίκα δὴ μάλα καταλαβεῖν τε καὶ τί2.23 σασθαι οἷός τε εἴη. διὸ δὴ τοὺς μὲν ἀμφὶἈρέθαν Τίγριν ποταμὸν διαβαίνειν ἐκέλευσεν, οἵ γε οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διαπεπραγμένοι ἐπ' οἴκου ἀπεκομίσθησαν, αὐτὸς δὲ οὐδὲ ἡμέρας ὁδῷ ἀπολελεῖφθαι 2.24 ὅρων τῶνῬωμαίων ἐν σπουδῇ εἶχε. φρούριον γὰρ τὸ Σισαυράνων διὰ μὲν πόλεως Νισίβιδος ἰόντι πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρὶ τῶνῬωμαϊκῶν ὁρίων