1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

26

εὐνὴν ἥξειν, τούτῳ τε ἅτε γαμετὴν γυναῖκα ξυνοικήσεσθαι μηχανῇ πάσῃ, καὶ ἀπ' αὐτοῦ κυρίαν αὐτὴν πάντων χρημάτων γενήσεσθαι. 13.1Ἀλλὰ ταῦτα μὲν οὕτω δὴ δόξης τοῖς πλείστοις εἶχεν.Ἰουστινιανὸς δὲ τοιοῦτος μὲν ἦν τὸ ἄλλο ἦθος οἷος δεδήλωται, εὐπρόσιτον δὲ παρεῖχεν αὑτὸν καὶ πρᾷον τοῖς ἐντυγχάνουσιν, οὐδενί τε τῶν πάντων ἀποκεκλεῖσθαι τῆς εἰς αὐτὸν εἰσόδου συνέβαινεν, ἀλλὰ καὶ τοῖς οὐκ ἐν κόσμῳ παρ' αὐτῷ ἑστῶσιν ἢ φθεγγο13.2 μένοις οὐδεπώποτε χαλεπῶς ἔσχεν. οὐ μέντοι διὰ ταῦτα ἠρυθρία τινὰ τῶν πρὸς αὐτοῦ ἀπολουμένων. οὐ μὴν οὐδὲ ὀργῆς πώποτε ἢ ἀκροχολίας τι ὑποφαίνων ἐς τοὺς προσκεκρουκότας ἔνδηλος γέγονεν, ἀλλὰ πρᾷος μὲν τῷ προσώπῳ, καθειμέναις δὲ ταῖς ὀφρύσιν, ὑφειμένῃ δὲ τῇ φωνῇ ἐκέλευε μυριάδας μὲν διαφθεῖραι μηδὲν ἠδικηκότων ἀνθρώπων, πόλεις δὲ καθελεῖν, χρήματά τε ἀνάγραπτα ἐς τὸ δημόσιον πάντα ποιεῖσθαι. 13.3 εἴκασεν ἄν τις ἐκ τοῦδε τοῦ ἤθους προβατίου γνώμην τὸν ἄνθρωπον ἔχειν. ἢν μέντοι τις αὐτὸν ἱλεούμενος τοὺς παραπεπτωκότας ἱκεσίοις λιταῖς παραιτεῖσθαι πειρῷτο, ἐνταῦθα ἠγριωμένος τε καὶ σεσηρὼς μεστοῦσθαι ἐδόκει, ὡς μή τινι τῶν οἱ ἐπιτηδείων δοκούντων εἶναι ἐξαιτεῖσθαι ἐν ἐλπίδι τὸ λοιπὸν εἴη. 13.4 ∆όξαν δὲ βέβαιον ἀμφὶ τῷ Χριστῷ ἔχειν ἐδόκει, ἀλλὰ καὶ τοῦτο ἐπὶ φθόρῳ τῶν κατηκόων. τοῖς τε γὰρ ἱερεῦσιν ἀδεέστερον τοὺς πέλας ξυνεχώρει βιάζεσθαι καὶ ληϊζομένοις τὰ τῶν ὁμόρων συνέχαιρεν, εὐ13.5 σεβεῖν ταύτῃ ἀμφὶ τὸ θεῖον οἰόμενος. δίκας τε τοιαύτας δικάζων τὰ ὅσια ποιεῖν ᾤετο, ἤν τις ἱερῶν λόγῳ τῶν τι οὐ προσηκόντων ἁρπάσας νενικηκώς τε ἀπιὼν οἴχοιτο. τὸ γὰρ δίκαιον ἐν τῷ περιεῖναι τοὺς ἱερέας 13.6 τῶν ἐναντίων ᾤετο εἶναι. καὶ αὐτὸς δὲ κτώμενος ἐξ οὐ προσηκόντων τὰς τῶν περιόντων ἢ τετελευτηκότων οὐσίας, καὶ ταύτας τῶν τινι νεῶν εὐθὺς ἀνατιθεὶς τῷ τῆς εὐσεβείας ἐφιλοτιμεῖτο παραπετάσματι, ὡς μὴ ἐς 13.7 τοὺς βιασθέντας ἡ τούτων αὖθις ἐπανίοι κτῆσις. ἀλλὰ καὶ φόνων ἀριθμὸν ἄκριτον διὰ ταῦτα εἰργάζετο. ἐς μίαν γὰρ ἀμφὶ τῷ Χριστῷ δόξαν συναγαγεῖν ἅπαντας ἐν σπουδῇ ἔχων λόγῳ οὐδενὶ τοὺς ἄλλους ἀνθρώπους διέφθειρε, καὶ ταῦτα ἐν τῷ τῆς εὐσεβείας προσχήματι πράσσων· οὐ γάρ οἱ ἐδόκει φόνος ἀνθρώπων εἶναι, ἤν γε μὴ τῆς αὐτοῦ δόξης οἱ τελευτῶντες τύχοιεν 13.8 ὄντες. οὕτως ἦν αὐτῷ κατεσπουδασμένος ὁ τῶν ἀνθρώπων ἐς ἀεὶ φθόρος, ἐπινοῶν τε ξὺν τῇ γαμετῇ 13.9 οὔποτε ἀνίει τὰς ἐς τοῦτον φερούσας αἰτίας. ἄμφω γὰρ τώδε τὼ ἀνθρώπω τὰς μὲν ἐπιθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀδελφὰς εἶχον, οὗ δὲ αὐτοῖς καὶ διαλλάσσειν τὸν τρόπον ξυνέβη, πονηρὸς μὲν ἑκάτερος ἦν, τὰ μέντοι ἐναντιώτατα ἐνδεικνύμενοι τοὺς ὑπηκόους διέφθει13.10 ρον. ὁ μὲν γὰρ κονιορτοῦ τὰ ἐς τὴν γνώμην κουφότερος ἦν, ὑποκείμενος τοῖς ἀεὶ παράγειν ὅποι ποτ' ἐδόκει βουλομένοις αὐτὸν, ἢν μὴ τὸ πρᾶγμα ἐς φιλανθρωπίαν ἢ ἀκερδίαν ἄγοι, θῶπάς τε λόγους ἐνδελε13.11 χέστατα προσιέμενος. ἔπειθον γὰρ αὐτὸν οἱ κολακεύοντες οὐδενὶ πόνῳ ὅτι μετέωρος ἀρθείη καὶ ἀεροβατοίη. 13.12 Καί ποτε αὐτῷ παρεδρεύων Τριβωνιανὸς ἔφη περιδεὴς ἀτεχνῶς εἶναι μή ποτε αὐτὸν ὑπὸ εὐσεβείας ἐς τὸν οὐρανὸν ἀναληφθεὶς λάθοι ταῦτα. τοιούτους δὲ τοὺς ἐπαίνους ἤτοι σκώμματα ἐν τῷ τῆς διανοίας ἐποι13.13 εῖτο βεβαίῳ. ἀλλὰ καί του θαυμάσας, ἂν οὕτω τύχοι, τὴν ἀρετὴν, ὀλίγῳ ὕστερον ἅτε πονηρῷ ἐλοιδορεῖτο. καὶ κακίσας τῶν τινα ὑπηκόων αὖθις αὐτοῦ ἐπαινέτης 13.14 ἐγίνετο λόγῳ, ἐξ οὐδεμιᾶς μεταβεβλημένος αἰτίας. τὰ γὰρ τῆς γνώμης αὐτῷ ἐξ ἐναντίας ᾔει ὧν τε αὐτὸς 13.15 ἔλεγε καὶ ἐβούλετο ἔνδηλος εἶναι. ὅπως μέντοι ὁ τρόπος αὐτῷ τὰ ἐς φιλίαν τε καὶ ἔχθος εἶχεν, ὑπεῖπον ἤδη, τοῖς τῷ ἀνθρώπῳ ἐκ τοῦ ἐπὶ πλεῖστον εἰργασμέ13.16 νοις τεκμηριώσας. ἐχθρὸς μὲν γὰρ ἀσφαλής τε καὶ ἄτρεπτος ἦν, ἐς δὲ τοὺς φίλους ἄγαν ἀβέβαιος. ὥστε ἀμέλει τῶν μέν οἱ ἐσπουδασμένων κατειργάσατο πλείστους, φίλος δὲ τῶν πώποτε μισουμένων οὐδενὶ γέ13.17 γονεν. οὓς δὲ μάλιστα γνωρίμους καὶ ἐπιτηδείους ἔδοξεν ἔχειν, τούτους τῇ ὁμόζυγι ἢ ἄλλῳ ὁτῳοῦν χαριζόμενος ἀπολουμένους οὐκ ἐς μακρὰν προὔδωκε, καίπερ εὖ εἰδὼς ὅτι δὴ τῆς ἐς αὐτὸν εὐνοίας ἕνεκα τεθνή13.18 ξονται