1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

11

μεγάλην τε ἀγνωμοσύνης ἐκ τοῦ ἔργου τούτου ἀπηνέγκατο δόξαν εἰς πάντας ἀνθρώπους, ἥκοντά τε οὐδενὶ πόνῳ ἀναπείθει τὸν ἄνδρα τοῦ ἄγους αὐτῇ μεταλαχεῖν τοῦδε. ὥστε διαρρήδην τηνικάδε ὁ τοῦ 5.25 ἀνθρώπου τρόπος ἐλήλεγκται. καίτοι διομοσάμενος Φωτίῳ τε καὶ τῶν ἐπιτηδείων τισὶ πρότερον καὶ τὰ ὀμωμοσμένα οὐδαμῆ ἐμπεδώσας συγγνώμης ἐτύγχανε 5.26 πρὸς πάντων ἀνθρώπων. αἴτιον γὰρ τοῦ ἀπίστου τἀνδρὸς οὐ τὴν γυναικοκράτειαν, ἀλλὰ δέος τὸ ἐκ 5.27 τῆς βασιλίδος ὑπώπτευον εἶναι. ἐπεὶ δὲ καὶ Θεοδώρας ἀπογενομένης, ὥσπερ μοι εἴρηται, οὔτε Φωτίου οὔτε ἄλλου του τῶν οἱ ἀναγκαίων λόγος γεγένητο, ἀλλ' αὐτῷ δέσποινα μὲν ἡ γυνὴ ἐφαίνετο οὖσα, κύριος δὲ Καλλίγονος ὁ προαγωγὸς ἦν, τότε δὴ ἀπογνόντες αὐτοῦ ἅπαντες ἐχλεύαζόν τε διαθρυλλοῦντες καὶ ἅτε ἄνοιαν ὀφλισκάνοντι ἐλοιδοροῦντο. τὰ μὲν οὖν ἡμαρτημένα Βελισαρίῳ ἀπαρακαλύπτως εἰπεῖν ταύτῃ πη ἔχει. 5.28 Τὰ δὲ Σεργίῳ τῷ Βάκχου παιδὶ ἐπὶ Λιβύης ἡμαρτημένα διαρκῶς μὲν ἐν λόγοις μοι τοῖς ἐπιτηδείοις δεδήλωται, ὃς δὴ αἰτιώτατος γέγονεῬωμαίοις ἐνταῦθα διαφθαρῆναι τὰ πράγματα, τά τε πρὸς Λευάθας αὐτῷ πρὸς τῶν εὐαγγελίων ὀμωμοσμένα ἐν ἀλογίᾳ πεποιημένος καὶ τοὺς ὀγδοήκοντα πρέσβεις οὐδενὶ λόγῳ διαχρησάμενος, τοσοῦτον δέ μοι τανῦν ἐντιθέναι τῷ λόγῳ δεήσει, ὡς οὔτε νῷ δολερῷ οἱ ἄνδρες οὗτοι παρὰ Σέργιον ἦλθον οὔτε τινὰ σκῆψιν ὁ Σέργιος ὑποψίας περὶ αὐτοὺς εἶχεν, ἀλλὰ διώμοτος ἐπὶ θοίνην καλέσας τοὺς 5.29 ἄνδρας διεχρήσατο οὐδενὶ κόσμῳ. ἀφ' οὗ δὴ Σολόμωνι καὶ τῷῬωμαίων στρατῷ καὶ Λίβυσι πᾶσι διε5.30 φθάρθαι ξυνέβη. δι' αὐτὸν γὰρ, ἄλλως τε καὶ Σολόμωνος τετελευτηκότος, ὥσπερ μοι εἴρηται, οὔτε τις ἄρχων οὔτε τις στρατιώτης ἐς πολέμου κίνδυνον ἰέναι 5.31 ἠξίου. μάλιστα δὲ πάντωνἸωάννης ὁ Σισιννιόλου τῷ ἐς αὐτὸν ἔχθει ἀπόμαχος ἦν, ἕωςἈρεόβινδος ἐς Λι5.32 βύην ἀφίκετο. ἦν γὰρ ὁ Σέργιος μαλθακὸς μὲν καὶ ἀπόλεμος, τὸ δὲ ἦθος καὶ τὴν ἡλικίαν κομιδῆ νέος, φθόνῳ τε καὶ ἀλαζονείᾳ ἐς ὑπερβολὴν ἐχόμενος ἐς πάντας ἀνθρώπους, τεθρυμμένος τε τὴν δίαιταν καὶ 5.33 τὰς γνάθους φυσῶν. ἀλλ' ἐπεὶ τῆςἈντωνίνης τῆς Βελισαρίου γυναικὸς ἐγγόνης ἐτύγχανε μνηστὴρ γεγονὼς, τίσιν τινὰ ἐς αὐτὸν ἡ βασιλὶς ἐξενεγκεῖν ἢ παραλύειν τῆς ἀρχῆς οὐδαμῆ ἤθελε, καίπερ ἐνδελεχέστατα διαφθειρομένην Λιβύην ὁρῶσα, ἐπεὶ καὶ Σολόμωνα τὸν Σεργίου ἀδελφὸν τοῦ Πηγασίου φόνου αὐτή τε καὶ βασιλεὺς ἀθῷον ἀφῆκεν. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω. 5.34Ἐπειδὴ ὁ Πηγάσιος τὸν Σολόμωνα πρὸς τῶν Λευαθῶν ὠνήσατο καὶ οἱ βάρβαροι ἐπ' οἴκου ἀπεκομίσθησαν, ὁ μὲν Σολόμων ξύν τε Πηγασίῳ τῷ ἐωνημένῳ καὶ στρατιώταις ὀλίγοις τισὶν εἰς Καρχηδόνα ἐστέλλετο, ἐν δὲ τῇ ὁδῷ ταύτῃ λαβὼν ὁ Πηγάσιος ὅ τι δὴ ἀδικοῦντα Σολόμωνα χρῆναί οἱ ἔφασκεν ἐν μνήμῃ εἶναι ὡς αὐτὸν 5.35 ἔναγχος ἐκ τῶν πολεμίων ὁ θεὸς ῥύσαιτο. ὁ δὲ χαλεπήνας, ὅτι δή οἱ ἅτε δορυαλώτῳ ὠνείδισε, τὸν Πηγάσιον εὐθὺς ἔκτεινε, ταῦτά τε σῶστρα τῷ ἀνθρώπῳ 5.36 ἀπέδωκεν. ἐπειδή τε ὁ Σολόμων ἐς Βυζάντιον ἦλθε, καθαρὸν αὐτὸν βασιλεὺς τοῦ φόνου ἐποίει ἅτε προ5.37 δότην ἀνελόντα τῆςῬωμαίων ἀρχῆς. γράμματά τε αὐτῷ ἐδίδου τὴν ὑπὲρ τούτων ἀσφάλειαν παρεχόμενος. καὶ ὁ μὲν Σολόμων οὕτω τὴν τίσιν διαφυγὼν ἐπὶ τὴν ἑῴαν ἄσμενος ᾔει, τήν τε πατρίδα καὶ γένος τὸ κατὰ 5.38 τὴν οἰκίαν ὀψόμενος. ἡ δὲ ἀπὸ τοῦ θεοῦ τίσις ἐν ταύτῃ τῇ ὁδῷ καταλαβοῦσα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. τὰ μὲν οὖν ἀμφὶ Σολόμωνί τε καὶ Πηγασίῳ τῇδε ἐχώρησεν. 6.1 Οἵτινες δὲ ἀνθρώπωἸουστινιανός τε καὶ Θεοδώρα ἤστην τρόπῳ τε ὅτῳ διεσπάσαντο τὰῬωμαίων 6.2 πράγματα ἐρῶν ἔρχομαι. Λέοντος ἐν Βυζαντίῳ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, γεωργοὶ νεανίαι τρεῖς,Ἰλλυριοὶ γένος, Ζίμαρχός τε καὶ ∆ιτύβιστος καὶἸουστῖνος ὁ ἐκ Βεδεριάνης, πράγμασιν ἐνδελεχέστατα τοῖς ἀπὸ τῆς πενίας οἴκοι μαχόμενοι τούτων τε ἀπαλλα6.3 ξείοντες ἐπὶ τὸ στρατεύεσθαι ὥρμησαν. καὶ πεζῆ βαδίζοντες ἐς Βυζάντιον ᾔεσαν, σισύρας ἐπὶ τῶν ὤμων αὐτοὶ φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδὲν ὅτι μὴ διπύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο, ταχθέντας τε