1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

5

διέχει, ἑτέρωθι δὲ τούτου δὴ τοῦ μέτρου ξυμβαίνει 2.25 τὸ μεταξὺ εἶναι. καίτοι εἰ παντὶ τῷ στρατῷ Τίγριν ποταμὸν διαβῆναι κατ' ἀρχὰς ἤθελεν, οἶμαι ἂν αὐτὸν ξύμπαντα ληΐσασθαι τὰ ἐπὶἈσσυρίας χωρία, καὶ μέχρι ἐς Κτησιφῶντα πόλιν οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος σφίσιν ἀφῖχθαι, καὶ τούς τεἈντιοχέων αἰχμαλώτους, ὅσοι τεῬωμαίων ἄλλοι ἐνταῦθα ὄντες ἐτύγχανον, διασωσάμενον ἐπανήκειν ἐς τὰ πάτρια ἤθη. ἔπειτα δὲ καὶ Χοσρόῃ αἰτιώτατος γέγονεν ἀδεέστερον ἐπ' οἴκου ἀποκομίζεσθαι ἐκ τῆς Κολχίδος. ὅντινα δὲ τρόπον τετύχηκε τοῦτο αὐτίκα δηλώσω. 2.26Ἡνίκα Χοσρόης ὁ Καβάδου εἰς γῆν ἐμβαλὼν τὴν Κολχίδα τά τε ἄλλα διεπράξατο, ἅπερ μοι ἔμπροσθεν δεδιήγηται, καὶ Πέτραν εἷλε, πολλοὺς τοῦ Μήδων στρατοῦ διεφθάρθαι ξυνέβη τῷ τε πολέμῳ καὶ ταῖς δυσχωρίαις. δύσοδός τε γὰρ, ὥσπερ μοι εἴρηται, ἡ 2.27 Λαζική ἐστι καὶ ὅλως κρημνώδης. καὶ μὴν καὶ λοιμοῦ ἐπιπεσόντος σφίσι τὸ πλεῖστον τοῦ στρατοῦ ἀπολωλέναι ξυνέπεσε, πολλοὺς δὲ αὐτῶν καὶ τῶν ἀναγκαίων 2.28 τῇ ἀπορίᾳ διεφθάρθαι ξυνέβη. ἐν τούτῳ δὲ καί τινες ἐκ γῆς τῆς Περσίδος ἐνταῦθα ἐπιχωριάζοντες ἤγγελλον ὡς Ναβέδην μὲν Βελισάριος ἀμφὶ πόλιν Νίσιβιν μάχῃ νικήσας πρόσω χωροίη, πολιορκίᾳ δὲ τὸ Σισαυράνων ἑλὼν φρούριον Βλησχάμην τε καὶ Περσῶν ἱππεῖς ὀκτακοσίους δορυαλώτους πεποίηται, στράτευμα δὲ ἄλλοῬωμαίων ξύν γεἈρέθᾳ τῷ Σαρακηνῶν ἄρχοντι πέμψειεν, ὅπερ διαβὰν ποταμὸν Τίγριν ξύμπαντα λεηλατήσειε τὰ ἐκείνῃ χωρία, πρότερον ἀδῄωτα ὄντα. 2.29 ἐτύγχανε δὲ καὶ στράτευμα Οὔννων ἐπὶἈρμενίους τοὺςῬωμαίων κατηκόους ὁ Χοσρόης στείλας, ὅπως τῇ ἐς αὐτοὺς ἀσχολίᾳ μηδεμία τοῖς ταύτῃῬωμαίοις τῶν 2.30 ἐν Λαζικῇ πρασσομένων αἴσθησις γένηται. τούτους τε τοὺς βαρβάρους ἀπήγγελλον ἕτεροι Βαλεριανῷ καὶῬωμαίοις ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντας παρά τε πολὺ αὐτῶν ἡσσηθέντας τῇ μάχῃ ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπο2.31 λωλέναι. ἅπερ οἱ Πέρσαι ἀκούσαντες καὶ κακοπαθείᾳ μὲν τῇ ἐν Λαζοῖς κεκακωμένοι, δεδιότες δὲ μή τινι ἐν τῇ ἀποπορείᾳ ἐντυχόντες πολεμίων στρατῷ ἐν κρημνοῖς καὶ χωρίοις λοχμώδεσιν ἅπαντες οὐδενὶ κόσμῳ διαφθαρεῖεν, περιδεεῖς ἀμφί τε παισὶ καὶ γυναιξὶ καὶ τῇ πατρίδι γεγενημένοι, εἴ τι καθαρὸν ἦν ἐν τῷ Μήδων στρατῷ, Χοσρόῃ ἐλοιδοροῦντο ἐπικαλοῦντες ὡς ἔς τε τοὺς ὅρκους ἠσεβηκὼς καὶ τὰ κοινὰ νόμιμα πάντων ἀνθρώπων ἐσβάλοι μὲν ἐν σπονδαῖς ἐςῬωμαίων τὴν γῆν οὐδὲν προσῆκον, ἀδικοίη δὲ πολιτείαν ἀρχαίαν τε καὶ ἀξιωτάτην πασῶν μάλιστα, ἧς τῷ πολέμῳ περιεῖναι οὐκ ἂν δύναιτο· ἔμελλον δὲ νεωτέροις ἐγχει2.32 ρεῖν πράγμασιν. οἷς δὴ ὁ Χοσρόης ξυνταραχθεὶς εὕρετο τοῦ κακοῦ ἴασιν τήνδε. γράμματα γὰρ αὐτοῖς ἀνελέξατο, ἅπερ ἔναγχος ἡ βασιλὶς τῷ Ζαβεργάνῃ 2.33 ἐτύγχανε γράψασα. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ὅπως «σε, ὦ Ζαβεργάνη, διὰ σπουδῆς ἔχω, εὔνουν σε οἰο»μένη τοῖς ἡμετέροις πράγμασιν εἶναι, οἶσθα ἐπὶ πρεσ2.34 «βείᾳ οὐ πολλῷ πρότερον ἐς ἡμᾶς ἀφιγμένος. οὐκοῦν «πράττοις ἂν εἰκότα τῇ δόξῃ, ἣν ἐπὶ σοὶ ἔχω, εἴ γε «βασιλέα Χοσρόην εἰρηναῖα πείθοις ἐς πολιτείαν τὴν 2.35 «ἡμετέραν βουλεύεσθαι. οὕτω γάρ σοι ἀγαθὰ μεγάλα «πρὸς ἀνδρὸς ἀναδέχομαι τοὐμοῦ ἔσεσθαι, ὅς γε οὐδὲν 2.36 «ἂν ὅ τι καὶ ἄνευ γνώμης τῆς ἐμῆς πράξειεν.» ταῦτα ὁ Χοσρόης ἀναλεξάμενος, ὀνειδίσας τε Περσῶν τοῖς λογίμοις εἰ πολιτείαν οἴονται εἶναι, ἣν γυνὴ διοικεῖται, 2.37 τὴν τῶν ἀνδρῶν ὁρμὴν ἀναστέλλειν ἔσχεν. ἀλλὰ καὶ ὣς ξὺν δέει πολλῷ ἐνθένδε ἀπῄει, τοὺς ἀμφὶ Βελισάριον οἰόμενος σφίσιν ἐμποδὼν στήσεσθαι. οὐδενὸς δέ οἱ τῶν πολεμίων ὑπαντιάσαντος ἄσμενος ἐς γῆν τὴν οἰκείαν ἀπεκομίσθη. 3.1 Γενόμενος δὲ ὁ Βελισάριος ἐς γῆν τὴνῬωμαίων εὑρίσκει τὴν γυναῖκα ἐκ Βυζαντίου ἀφικομένην. καὶ αὐτὴν μὲν ἐν ἀτιμίᾳ ἐφύλασσε, πολλάκις τε διαχειρίσασθαι αὐτὴν ἐγχειρήσας ἐμαλθακίσθη, ἐμοὶ μὲν δοκεῖ, 3.2 ἔρωτος ἡσσηθεὶς διαπύρου τινός. φασὶ δὲ αὐτὸν καὶ μαγγανείαις πρὸς τῆς γυναικὸς καταλαμβανόμενον ἐν τῷ παραυτίκα ἐκλύεσθαι. Φώτιος δὲ κατὰ τάχος ἐς τὴνἜφεσον στέλλεται, τῶν τινα εὐνούχων, Καλλίγονον ὄνομα, προαγωγὸν τῆς κεκτημένης ὄντα δεσμεύσας τε καὶ ξὺν αὑτῷ ἔχων, ὅσπερ