1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

55

29.16 ὁ βασιλεὺς οὗτος ἐχρῆτο. οὕτως καὶ τὰ Εἰρηναίου πολλῷ ἔμπροσθεν τελευτήσαντος δικαίωμα οὐδ' ὁτιοῦν ἐπ' αὐτοῖς ἔχων ἀφείλετο. 29.17 Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην.Ἀνατόλιός τις ἦν ἐνἈσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, 29.18 Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆςἈνατόλιος ἐγεγόνει 29.19 πατήρ. νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως 29.20 λεύκωμα φέροιντο. καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς ἀφ' οὗ γεγόνασιν ἄνθρωποι χρημάτων βου29.21 λευτικῶν μετασχεῖν ἔσχε. τούτου τοίνυν κειμένου τοῦ νόμου,Ἀνατολίῳ μὲν ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου, ἡ δὲ τούτου παῖς τὸν τούτου κλῆρον πρός τε τὸ δημόσιον καὶ τὸ τῆς πόλεως βουλευτήριον κατὰ τὸν νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς καὶἈσκαλωνιτῶν οἱ τοῦ λευκώματος ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας ἅτε τὰ σφίσι προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως. 29.22 ὕστερον καὶ Μαμιλιανὸς ἀπελύθη τοῦ βίου, ὅσπερἈνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ 29.23 εἰκὸς, ἔσχε. μετὰ δὲ καὶ αὕτη περιούσης ἔτι οἱ τῆς μητρὸς ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε θή29.24 λεος οὔτε ἄρσενος γενομένη γόνου. ἀλλ'Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴνἈνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη. 29.25 ὅπως δὲ ἡ γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν τοῖς γράμμασι, δι' ὧν τὰ χρήματα ἐληΐσατο ταῦτα, ὡς τὸν στατῆρα προεῖται τῆς εὐσεβείας ἕνεκα τοῦτον· «ἔθος γάρ μοι», ἔφη, «τά τε ὅσια «καὶ εὐσεβῆ πράττειν». 29.26Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ ὁ λόγος κατακόρως ἔχοι, ἐπεὶ οὐδὲ ἁπάντων ἀνθρώπῳ 29.27 γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι. ὅτι δὲ οὐ Βενέτων τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι λόγον τινὰ 29.28 πεποίηται χρημάτων παρόντων, ἐγὼ δηλώσω. Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι Λέοντος ἐκείνου γαμβρὸς, ὅσπερ εἶπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ 29.29 καλουμένου ῥεφερενδαρίου τιμήν. τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. ταύτης τε τῆς σκήψεως ὁ Μαλθάνης λαβόμενος ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους εἰργάζετο, καὶ τὰ χρήματα ληϊζόμενος τὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς ἐδικαίου 29.30 πλουτεῖν. οἱ μὲν οὖν ἄλλοι τὰ σφίσι παρόντα σιωπῇ ἔφερον, Ταρσέων δὲ ὅσοι Βένετοι ἦσαν τῇ ἐκ βασιλέως παρρησίᾳ θαρσοῦντες ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς ἐς τὸν Μαλθάνην οὐ παρόντα σφίσι πολλὰ ὕβριζον. 29.31 ὅπερ ἐπεὶ ὁ Μαλθάνης ἔγνω, πλῆθος στρατιωτῶν ἐπαγόμενος ἐς Ταρσὸν εὐθὺς ἀφίκετο νύκτωρ περιπέμπων τε τοὺς στρατιώτας ἐς τὰς οἰκίας ὄρθρου 29.32 βαθέος καταλύειν ἐκέλευεν. ἔφοδον δὲ οἰόμενοι ταύτην οἱ Βένετοι εἶναι, ἐκ τῶν παρόντων ἠμύνοντο. ξυνέβη τοίνυν ἄλλα τε κακὰ ἐν σκότῳ γενέσθαι καὶ ∆αμιανὸν, 29.33 ἄνδρα ἐκ βουλῆς, τοξεύματι βληθέντα πεσεῖν. ἦν δὲ ὁ ∆αμιανὸς οὗτος τῶν τῇδε Βενέτων προστάτης. ὅπερ ἐπεὶ ἐς Βυζάντιον ἦλθεν, οἵ τε Βένετοι δυσφορούμενοι θορύβῳ ἀνὰ