1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

14

σχεδὸν, ἐν δέ γε ἡμέρᾳ ξιφίδια παρὰ τὸν μηρὸν δίστομα ὑπὸ τῷ ἱματίῳ ἀποκρυψάμενοι, ξυνιστάμενοί τε κατὰ συμμορίας, ἐπειδὰν ξυσκοτάζοι, ἐλωποδύτουν τοὺς ἐπιεικεστέρους ἔν τε ὅλῃ ἀγορᾷ κἀν τοῖς στενωποῖς, ἀφαιρούμενοι τοὺς παραπεπτωκότας τά τε ἱμάτια καὶ ζώνας τε καὶ περόνας χρυσᾶς καὶ εἴ τι 7.16 ἄλλο ἐν χερσὶν ἔχοιεν. τινὰς δὲ πρὸς τῇ ἁρπαγῇ καὶ κτείνειν ἠξίουν, ὅπως μηδενὶ τὰ ξυμπεσόντα σφίσιν 7.17 ἀναγγείλωσιν. οἷς δὴ ἅπαντες καὶ τῶν Βενέτων οἱ μὴ στασιῶται μάλιστα ἤχθοντο, ἐπεὶ οὐδὲ αὐτοὶ ἀπα7.18 θεῖς ἔμενον. καὶ ἀπ' αὐτοῦ χαλκαῖς τὸ λοιπὸν ζώναις τε καὶ περόναις καὶ ἱματίοις πολλῷ ἐλασσόνως ἢ κατὰ τὴν ἀξίαν ὡς πλεῖστοι ἐχρῶντο, ὅπως δὴ μὴ τῷ φιλοκάλῳ ἀπόλωνται, καὶ οὔπω δεδυκότος ἡλίου ἐς τὰς 7.19 οἰκίας ἀναχωροῦντες ἐκρύπτοντο. μηκυνομένου δὲ τοῦ κακοῦ καὶ οὐδεμιᾶς ἐπιστροφῆς ἐς τοὺς ἡμαρτηκότας πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς γινομένης ἐπὶ 7.20 μέγα τὸ τῶν ἀνδρῶν θράσος ἐς ἀεὶ ᾔρετο. ἁμαρτία γὰρ παρρησίας ἀξιωθεῖσα ἐπ' ἄπειρον φέρεσθαι πέφυκεν, ἐπεὶ καὶ κολαζόμενα τὰ ἐγκλήματα φιλεῖ οὐκ ἐς 7.21 τὸ παντελὲς ἀποκόπτεσθαι. φύσει γὰρ οἱ πλεῖστοι ἐς τὸ ἁμαρτάνειν εὐπετῶς τρέπονται. 7.22 Τὰ μὲν οὖν τῶν Βενέτων ἐφέρετο τῇδε. τῶν δὲ ἀντιστασιωτῶν οἱ μὲν ἐς τὴν ἐκείνων ἀπέκλινον μοῖραν, ἐπιθυμίᾳ τοῦ ξυναμαρτάνειν τε καὶ μὴ δοῦναι τὴν δίκην, οἱ δὲ φυγῇ ἐχόμενοι ἐς ἑτέρας τινὰς ἐλάνθανον χώρας· πολλοὶ δὲ καὶ αὐτοῦ καταλαμβανόμενοι διεφθείροντο πρὸς τῶν ἐναντίων ἢ πρὸς τῆς ἀρχῆς κολα7.23 ζόμενοι. καὶ ἄλλοι δὲ νεανίαι πολλοὶ ἐς ταύτην δὴ τὴν ἑταιρίαν ξυνέρρεον οὐδεπώποτε πρότερον περὶ ταῦτα ἐσπουδακότες, ἀλλὰ δυνάμεώς τε καὶ ὕβρεως 7.24 ἐξουσίᾳ ἐνταῦθα ἠγμένοι. οὐ γάρ ἐστιν οὐδὲν μίασμα ὑπὸ ἀνθρώπων ὠνομασμένον, ὅπερ οὐχ ἡμαρτήθη τε 7.25 ἐν τούτῳ τῷ χρόνῳ καὶ τιμωρίας ἐκτὸς ἔμεινε. πρῶτον μὲν οὖν σφῶν τοὺς ἀντιστασιώτας διέφθειρον, προϊόντες δὲ καὶ τοὺς οὐδὲν προσκεκρουκότας αὐτοῖς 7.26 ἔκτεινον. πολλοὶ δὲ καὶ χρήμασιν αὐτοὺς ἀναπείσαντες ἀπεδείκνυον τοὺς σφετέρους ἐχθροὺς, οὕσπερ ἐκεῖνοι διεχρῶντο εὐθὺς ὄνομα μὲν Πρασίνων αὐτοῖς ἐπενεγ7.27 κόντες, ἀγνῶτας δὲ σφίσι παντάπασιν ὄντας. καὶ ταῦτα οὐκ ἐν σκότῳ ἔτι οὐδ' ἐν παραβύστῳ ἐγένετο, ἀλλ' ἐν ἅπασι μὲν τῆς ἡμέρας καιροῖς, ἐν ἑκάστῳ δὲ τῆς πόλεως χώρῳ, ἀνδράσι τοῖς λογιμωτάτοις τῶν πρασσομένων, ἂν οὕτω τύχοι, ἐν ὀφθαλμοῖς ὄντων. 7.28 οὐδὲν γὰρ ἐπικαλύπτειν ἐδέοντο τὰ ἐγκλήματα, ἐπεί τοι αὐτοῖς οὐκ ἐπέκειτο κολάσεως δέος, ἀλλά τις προσῆν καὶ φιλοτιμίας ἀξίωσις, ἰσχύος τε καὶ ἀνδρείας ἐμποιουμένοις ἐπίδειξιν, ὅτι δὴ πληγῇ μιᾷ τῶν τινα παραπεπτωκότων γυμνὸν ἔκτεινον, ἐλπίς τε οὐδενὶ τοῦ ἔτι βιώσεσθαι ἐν τῷ τῆς διαίτης σφαλερῷ ἔμενε. 7.29 πάντες γὰρ ἐγκεῖσθαι σφίσι τὸν θάνατον τῷ περιδεεῖς εἶναι ὑπώπτευον, καὶ οὔτε τόπος τις ὀχυρὸς οὔτε καιρὸς ἐχέγγυός τινι ἐς τὴν σωτηρίαν ἔδοξεν εἶναι, ἐπεὶ κἀν τοῖς τῶν ἱερῶν τιμιωτάτοις κἀν ταῖς πανηγύρεσι λόγῳ οὐδενὶ διεφθείροντο, πίστις τε οὐδεμία πρός τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ἔτι ἐλέλειπτο. πολλοὶ γὰρ καὶ τῇ τῶν οἰκειοτάτων ἐπιβουλῇ ἔθνησκον. 7.30 Ζήτησις μέντοι οὐδεμία τῶν πεπραγμένων ἐγίνετο. ἀλλὰ τὰ πάθη ἀπροσδόκητα πᾶσιν ἔπιπτε καὶ τοῖς 7.31 πεπτωκόσιν οὐδεὶς ἤμυνε. νόμου δέ τινος ἢ συμβολαίου δύναμίς τις ἐν τῷ βεβαίῳ τῆς τάξεως οὐκέτι ἐλέλειπτο, ἀλλ' ἐπὶ τὸ βιαιότερον ἅπαντα τετραμμένα ξυνεταράχθη, τυραννίδι τε ἦν ἡ πολιτεία ἐμφερὴς μάλιστα, οὐ καθεστώσῃ μέντοι γε, ἀλλὰ καθ' ἑκάστην 7.32 τε ἀμειβομένῃ καὶ ἀεὶ ἀρχομένῃ. τῶν τε ἀρχόντων αἱ γνῶμαι ὥσπερ ἐκπεπληγμέναις ἐῴκεσαν, ἑνὸς ἀνδρὸς φόβῳ δεδουλωμένων τὸ φρόνημα, οἵ τε δικάζοντες τὰς ὑπὲρ τῶν ἀντιλεγομένων ποιούμενοι γνώσεις τὰς ψήφους ἐδίδοσαν, οὐχ ᾗπερ αὐτοῖς ἐδόκει δίκαιά τε καὶ νόμιμα εἶναι, ἀλλ' ὥσπερ τῶν διαφερομένων ἑκάστῳ τὰ ἐκ τῶν στασιωτῶν δυσμενῆ τε καὶ φίλα ἐτύγχανεν ὄντα. δικαστῇ γὰρ ὠλιγωρηκότι τῆς ἐκείνων προρρήσεως θάνατος ἡ ζημία ἐπέκειτο. 7.33 Καὶ πολλοὶ μὲν δανεισταὶ τὰ γραμματεῖα τοῖς ὠφληκόσι ξὺν βίᾳ πολλῇ οὐδὲν τοῦ ὀφλήματος κεκομισμένοι