1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

38

ἀνδρὸς ἦθος ἐπ' αὐτὸν δὴ ἐκ πάσης γῆς ξυνέρρεον ἐς Βυ19.15 ζάντιον. καὶ ὃς οὐδεμιᾷ ὀκνήσει, ἀλλ' ὑπερηδόμενός τε τῷ ἔργῳ τούτῳ, καί τι καὶ ἕρμαιον εἶναι οἰόμενος τὸν μὲνῬωμαίων ἐξαντλεῖν πλοῦτον, βαρβάροις δὲ ἀνθρώποις ἢ ῥοθίοις τισὶ θαλασσίοις προΐεσθαι, ἀεὶ καθ' ἑκάστην αὐτῶν ἕκαστον ξὺν ἁδροῖς χρήμασιν 19.16 ἀπεπέμπετο. ταύτῃ τε οἱ βάρβαροι ἅπαντες κύριοι τοῦῬωμαίων παντάπασι γεγένηνται πλούτου, ἢ τὰ χρήματα πρὸς τοῦ βασιλέως κεκομισμένοι ἢ ληϊζόμενοι τὴν τῶνῬωμαίων ἀρχὴν, ἢ τοὺς αἰχμαλώτους ἀποδιδόμενοι, ἢ τὴν ἐκεχειρίαν ἀπεμπολοῦντες, τήν τε τοῦ ὀνείρου ὄψιν, ἧς ἄρτι ἐμνήσθην, ἐς τοῦτο τῷ ἰδόντι 19.17 ἀποκεκρίσθαι τετύχηκε. καὶ ἄλλους μέντοι ἐπιτεχνήσασθαι τῆς τῶν κατηκόων λεηλασίας τρόπους ἴσχυσεν, οἵπερ ἐς ὅσον δυνατὸς ἂν εἴην αὐτίκα μάλα λελέξονται, δι' ὧν οὐκ ἀθρόας, ἀλλὰ κατὰ βραχὺ τὰς πάντων οὐσίας ληΐζεσθαι διαρκῶς ἔσχε. 20.1 Πρῶτα τῷ δήμῳ οἱ ἔπαρχον ἐν Βυζαντίῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐφίστη, ὃς δὴ ἔμελλε τοῖς τὰ πωλητήρια ἔχουσι πόρου ἐνιαυσίου ἐνθένδε διαλαγχάνων ἐς τὴν ἐξουσίαν αὐτοὺς ἐμβιβάζειν τοῦ τὰ ὤνια ὅπῃ 20.2 βούλοιντο ἀποδίδοσθαι. καὶ περιεστήκει τοῖς τῇδε ἀνθρώποις ὠνεῖσθαι τὰ ἐπιτήδεια, τριπλασίονα μὲν καταβαλλομένοις τιμήματα, ὅτῳ δὲ ἂν διὰ ταῦτα ἐπι20.3 καλοῖεν, οὐδαμῆ ἔχουσι. μέγα τε τὸ ἀπὸ τοῦ ἔργου βλάβος ἠγείρετο. μέρος γὰρ τῆς βασιλείας τοῦδε φερομένης τοῦ πόρου πλουτεῖν ἀπ' αὐτοῦ ἡ τῷ πράγματι 20.4 ἐφεστῶσα ἀρχὴ ἤθελε. τὸ δὲ ἐνθένδε οἵ τε τῆς ἀρχῆς ὑπηρέται τῆς αἰσχρᾶς ταύτης ὑπουργίας ἐπειλημμένοι καὶ οἱ τὰ πωλητήρια ἔχοντες τῆς τοῦ παρανομεῖν ἐξουσίας δραξάμενοι ἀνήκεστα ἔργα τοὺς τότε ὠνεῖσθαι δεομένους εἰργάζοντο, οὐχ ὅσον πολλὰ εἴρηται πολλαπλάσια τὰ τιμήματα κομιζόμενοι, ἀλλὰ καὶ δολώσεις ἐν τοῖς ὠνίοις μηχανώμενοι ἀμυθήτους τινάς. 20.5Ἔπειτα δὲ πολλὰ καταστησάμενος τὰ καλούμενα μονοπώλια τήν τε κατηκόων σωτηρίαν ἀπεμπολήσας τοῖς τὸ ἄγος τοῦτο ἐνεργολαβεῖν ἀξιοῦσιν, αὐτὸς μὲν τίμημα τοῦ ἔργου τούτου ἀντιφορτισάμενος ἀπηλλάσσετο, τοῖς δὲ αὐτῷ ξυμβεβληκόσι παρείχετο τὴν ἐργα20.6 σίαν ᾗ βούλοιντο διοικήσασθαι. ὅπερ ἀπαρακαλύπτως ἡμαρτάνετο κἀν ταῖς ἄλλαις ἁπάσαις ἀρχαῖς. βασιλέως γὰρ μοῖράν τινα οὐ πολλὴν ἀεὶ τῶν φωρίων κομιζομένου αἵ τε ἀρχαὶ ἀπ' αὐτοῦ καὶ οἱ πράγματι ἐφεστῶτες ἑκάστῳ ἀδεέστερον τοὺς σφίσι παραπίπτοντας 20.7 ἐληΐζοντο. ὥσπερ δὲ οὐχ ἱκανῶν οἱ ἐς τοῦτο οὐσῶν τῶν πάλαι διατεταγμένων ἀρχῶν, ἑτέρας δύο ἐπὶ τῇ πολιτείᾳ ἐπετεχνήσατο, καίτοι ἅπαντα μετῄει πρότερον 20.8 τὰ ἐγκλήματα ἡ τῷ δήμῳ ἐφεστῶσα ἀρχή. ἀλλ' ὅπως ἀεὶ πλείους τε οἱ συκοφάνται εἶεν καὶ πολλῷ ἔτι θᾶσσον τῶν οὐδὲν ἐπταικότων ἀνθρώπων τὰ σώματα 20.9 αἰκίζοιτο, ταύτας δὴ τὰς ἀρχὰς ἐπινοεῖν ἔγνω. καὶ αὐταῖν τὴν ἑτέραν μὲν τοῖς κλέπταις δῆθεν τῷ λόγῳ ἐπέστησεν, ὄνομα ταύτῃ ἐπιθεὶς πραίτωρα δήμων· τῇ δὲ δὴ ἑτέρᾳ τούς τε παιδεραστοῦντας ἐς ἀεὶ τίννυσθαι καὶ γυναιξὶν οὐ νόμιμα μιγνυμένους ἐπήγγελλε, καὶ εἴ τῳ τὰ ἐς τὸ θεῖον οὐκ ὀρθῶς ἤσκηται, 20.10 ὄνομα ταύτῃ ἐπιθεὶς κοιαισίτωρα. ὁ μὲν οὖν πραίτωρ εἴ τινα ἐν τοῖς φωρίοις λόγου πολλοῦ ἄξια εὗρε, ταῦτα δὴ τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίου, φάσκων 20.11 οὐδαμῆ φαίνεσθαι τοὺς τούτων κυρίους. ταύτῃ τε χρημάτων ἀεὶ τῶν τιμιωτάτων διαλαγχάνειν ὁ βασιλεὺς εἶχεν. ὁ δὲ δὴ κοιαισίτωρ καλούμενος τοὺς παραπεπτωκότας κατεργαζόμενος, ἃ μὲν βούλοιτο, βασιλεῖ ἔφερεν, αὐτὸς δὲ οὐδὲν ἧσσον ἐπλούτει τοῖς ἀλλο20.12 τρίοις οὐδενὶ νόμῳ. οἱ γὰρ δὴ τούτων τῶν ἀρχῶν ὑπηρέται οὔτε κατηγόρους ἐπήγοντο οὔτε μάρτυρας τῶν πεπραγμένων παρείχοντο, ἀλλὰ διηνεκὲς πάντα τοῦτον τὸν χρόνον ἀκατηγόρητοί τε καὶ ἀνεξέλεγκτοι ὡς λαθραιότατα ἐντυχόντες ἐκτείνοντό τε καὶ ἀφῃροῦντο τὰ χρήματα. 20.13Ὕστερον δὲ ὁ παλαμναῖος οὗτος ταύταις τε καὶ τῇ τῷ δήμῳ ἐφεστώσῃ ἀρχῇ πάντων ὁμοίως ἐπιμελεῖσθαι τῶν ἐγκλημάτων ἐπέστελλεν, ἐρίζειν σφίσι πρὸς ἀλλήλους εἰπὼν ὅστις αὐτῶν πλείους τε καὶ θᾶσσον 20.14 διαφθείρειν ἱκανὸς εἴη. καὶ αὐτῶν ἕνα μὲν αὐτὸν