1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

3

Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδή1.29 λωται. μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι, οὐ πρότερον ἀνῆκεν ἡἈντωνίνα, ἕως αὐτὸν τοῦ λόγου 1.30 ἐτίσατο, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην. καὶ ἀπ' αὐτοῦ ἔχθος μέγα περιεβάλλετο ὁ Βελισάριος ἔκ τε βασιλέως καὶ τῶν ἐνῬωμαίοις λογίμων ἁπάντων. 1.31 Ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. Θεοδόσιος δὲ οὐκ ἔφη ἐςἸταλίαν ἀφίξεσθαι οἷός τε εἶναι, ἵνα δὴ τότε διατριβὴν εἶχον Βελισάριός τε καὶἈντωνίνα, ἢν μὴ 1.32 Φώτιος ἐκποδὼν γένηται. ὁ γὰρ Φώτιος πρόχειρος μὲν φύσει ἐς τὸ δάκνεσθαι ἦν, ἤν τις αὐτοῦ παρ' ὁτῳοῦν αὐτῆ δύνηται μᾶλλον, ἐν μέντοι τοῖς ἀμφὶ Θεοδοσίῳ καὶ δικαίως ἀποπνίγεσθαί οἱ ξυνέβαινεν, ὅτι δὴ αὐτὸς μὲν καίπερ υἱὸς ὢν ἐν οὐδενὶ ἐγίγνετο λόγῳ, ὁ δὲ δυνάμει τε πολλῇ ἐχρῆτο καὶ χρήματα 1.33 μεγάλα περιεβάλλετο. λέγουσι γὰρ αὐτὸν ἐκ Καρχηδόνος τε καὶῬαβέννης ἐς ἑκατὸν κεντηνάρια ἐξ ἀμφοῖν Παλατίοιν συλήσαντα ἔχειν, ἐπεὶ καὶ μόνῳ κατ' ἐξου1.34 σίαν διαχειρίσαι ταῦτα ξυνέβη. ἡ δὲἈντωνίνα ἐπεὶ τὴν Θεοδοσίου γνώμην ἔμαθεν, οὐ πρότερον ἀνῆκεν ἐνεδρεύουσά τε τὸν παῖδα καὶ φονίοις τισὶν ἐπιβουλαῖς αὐτὸν μετιοῦσα, ἕως καταπράξασθαι ἴσχυσεν αὐτὸν μὲν ἐνθένδε ἀπαλλαγέντα ἐς Βυζάντιον ὁδῷ ἰέναι, οὐκέτι φέρειν τὰς ἐνέδρας οἷόν τε ὄντα, τὸν δὲ Θεο1.35 δόσιον ἐς τὴνἸταλίαν παρ' αὐτὴν ἥκειν. οὗ δὴ κατακόρως τῆς τε τοῦ ἐρωμένου διατριβῆς καὶ τῆς τοῦ ἀνδρὸς εὐηθείας ἀποναμένη χρόνῳ ὕστερον ξὺν 1.36 ἀμφοῖν ἐς Βυζάντιον ἧκεν. ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν. λήσειν γὰρ ἐς τὸ παντελὲς οὐδαμῆ ᾤετο, ἐπεὶ τὴν γυναῖκα ἑώρα οὐκέτι τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε οὖσαν, οὐδὲ κεκρυμμένως ἐξερρωγέναι, ἀλλὰ διαρρήδην μοιχαλίδα εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα 1.37 ἀπαξιοῦσαν. διὸ δὴ αὖθις ἐς τὴνἜφεσον ἀφικόμενος καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται ἐνέγραψεν εἰς 1.38 τοὺς μοναχοὺς καλουμένους αὑτόν. τότε δὴ κατ' ἄκρας ἐμάνη καὶ τὴν ἐσθῆτα ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον περιῄει συχνὰ κατὰ τὴν οἰκίαν κωκύουσα, ὀλολυγῇ τε κεχρημένη ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς, ὁποῖον αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν, ὡς εὔχαριν, ὡς εὐνοϊκὸν, ὡς δραστήριον. 1.39 τελευτῶσα δὲ καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν. ἔκλαε γοῦν ὁ ταλαίπω1.40 ρος τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον. ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον. 1.41 ἀλλὰ Θεοδόσιος ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι, ὡς ἀσφαλέστατα ἐμπεδώσειν ἰσχυρισάμενος τὸ τῶν μοναχῶν 1.42 ἐπιτήδευμα. ἦν δὲ ἄρα ὁ λόγος κατάπλαστος, ὅπως ἐπειδὰν τάχιστα Βελισάριος ἐκ Βυζαντίου ἀποδημοίη, αὐτὸς παρὰ τὴνἈντωνίναν ἀφίκηται λάθρα. ὅπερ οὖν καὶ ἐγένετο. 2.1 Αὐτίκα γὰρ Βελισάριος μὲν ὡς Χοσρόῃ πολεμήσων ξὺν τῷ Φωτίῳ ἐστέλλετο,Ἀντωνίνα δὲ αὐτοῦ 2.2 ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε. τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι καὶ τῶν ἐκείνης μαγγανευμάτων ὀλιγωροῦντα φρονῆσαί τι ἀμφ' αὐτῇ τῶν δεόντων, πανταχόσε τῆς γῆς ξὺν αὐτῷ στέλλεσθαι ἐπιμελές οἱ 2.3 ἐγίνετο. ὅπως δὲ καὶ αὖθις Θεοδοσίῳ παρὰἈντωνίναν ἐσιτητὰ εἴη, Φώτιον ἐκποδών οἱ γενέσθαι ἐν 2.4 σπουδῇ ἐποιεῖτο. πείθει τοίνυν τῶν Βελισαρίῳ ἑπομένων τινὰς ἐρεσχελεῖν τε αὐτὸν ἐς ἀεὶ καὶ προπηλακίζειν, οὐδένα ἀνιέντας καιρόν· αὐτή τε γὰρ γράφουσα ἐς ἡμέραν σχεδόν τι ἑκάστην διέβαλλέ τε 2.5 διηνεκὲς καὶ ἐπὶ τῷ παιδὶ πάντα ἐκίνει. οἷς δὴ ὁ νεανίας ἀναγκασθεὶς διαβόλως ἔγνω τῇ μητρὶ χρῆσθαι, ἥκοντά τέ τινα ἐκ Βυζαντίου, ὃς δὴ ἀπήγγελλε Θεοδόσιον λάθρα ξὺνἈντωνίνῃ διατριβὴν ἔχειν, παρὰ Βελισάριον εὐθὺς εἰσάγει, φράζειν ἐπιστείλας τὸν 2.6 πάντα λόγον. ἅπερ ἐπεὶ ὁ Βελισάριος ἔγνω, ὀξυθυμωθεὶς ὑπερφυῶς ὡς παρὰ τοὺς Φωτίου πόδας ἐπὶ στόμα πίπτει, καὶ αὐτοῦ ἐδεῖτο τιμωρεῖν οἱ αὐτῷ πάσχοντι