1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

36

πολιορκίαις καὶ ξυμβολαῖς ἐναντιώμασι πολλοῖς προσεπταικότες οὐδέν τι ἧσσον ξυνδιεφθάρη18.27 σαν. οὐ γὰρῬωμαῖοι μόνον, ἀλλὰ καὶ βάρβαροι σχεδόν τι πάντες τῆςἸουστινιανοῦ μιαιφονίας ἀπώ18.28 ναντο. ἦν μὲν γάρ τε καὶ Χοσρόης αὐτός τε πονηρὸς τὸ ἦθος καὶ, ὥς μοι ἐν λόγοις εἴρηται τοῖς καθήκουσι, τὰς μὲν αἰτίας αὐτῷ τοῦ πολέμου ὅδε παρείχετο 18.29 πάσας. οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς πράξεις, ἀλλ' ἀπὸ καιροῦ πάντα εἰργάζετο, ἐν μὲν εἰρήνῃ καὶ σπονδαῖς ἐξαρτυόμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας, ἐν δὲ τῷ πολέμῳ ἀναπεπτωκώς τε οὐδενὶ λόγῳ καὶ τὴν τῶν ἔργων παρασκευὴν ὀκνηρῶς ἄγαν διὰ φιλοχρηματίαν ποιούμενος, ἀντί τε σπουδῆς τῆς περὶ ταῦτα περισκοπῶν μὲν τὰ μετέωρα, περιέργος δὲ ἀμφὶ τῇ τοῦ θεοῦ φύσει γινόμενος, καὶ οὔτε τὸν πόλεμον μεθιεὶς, τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε ὢν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας περιεργάζεσθαι. 18.30 ταύτῃ τε αὐτοῦ βασιλεύοντος ἡ γῆ ξύμπασα ἔμπλεως αἵματος ἀνθρωπείου ἔκ τεῬωμαίων καὶ βαρβάρων σχεδόν τι πάντων διαρκῶς γέγονε. 18.31 Ταῦτα μέντοι κατὰ τὸν πόλεμον πανταχόθι γῆς τῆςῬωμαίων ξυλλήβδην εἰπεῖν ὑπὸ τοῦτον τὸν χρό18.32 νον ξυνηνέχθη γενέσθαι. τὰ δὲ κατὰ στάσιν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ ξυνενεχθέντα διαριθμούμενος οὐκ ἐλάσσω ἀνθρώπων φόνον ταύτῃ ξυμβῆναι 18.33 ἢ κατὰ τὸν πόλεμον οἴομαι. τοῦ γὰρ δικαίου καὶ τῆς ὁμοίας ἐπιστροφῆς ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἥκιστα ὄντων, ἀλλὰ κατεσπουδασμένου τῷ βασιλεῖ θατέρου τοῖν μεροῖν μάλιστα ἡσυχίαν οὐδὲ θάτεροι ἦγον, ἀλλ' οἱ μὲν τῷ ἐλασσοῦσθαι, οἱ δὲ τῷ θαρσεῖν ἐς ἀπόγνωσίν τε καὶ ἀπόνοιαν ἀεὶ ἔβλεπον, καὶ πὴ μὲν ἀθρόοι ἐπ' ἀλλήλους ἰόντες, πὴ δὲ κατ' ὀλίγους μαχόμενοι, ἢ καὶ κατ' ἄνδρα ἕνα τὰς ἐνέδρας, ἂν οὕτω τύχοι, ποιούμενοι ἐς δύο καὶ τριάκοντα ἐνιαυτοὺς οὐδένα ἀνιέντες καιρὸν αὐτοί τε εἰργάζοντο ἀλλήλους ἀνήκεστα ἔργα καὶ πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρ18.34 χῆς ὡς τὰ πολλὰ διεφθείροντο. ἡ μέντοι τίσις τῶν ἁμαρτανομένων ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τοὺς Πρασίνους ἐγίνετο. ἔτι μὴν καὶ ἡ ἐς τοὺς Σαμαρείτας καὶ τοὺς καλουμένους αἱρετικοὺς κόλασις φόνου ἐνέπλησε τὴν 18.35Ῥωμαίων ἀρχήν. ταῦτα δέ μοι ὅσον ἐν κεφαλαίῳ εἰρῆσθαι ἀπομνημονεύεται τανῦν, ἐπεί μοι ἱκανῶς ὀλίγῳ ἔμπροσθεν δεδιήγηται. 18.36 Ταῦτα μὲν κατὰ τὸν ἐν σώματι γενόμενον δαίμονα τετύχηκε γενέσθαι ἐς πάντας ἀνθρώπους, ὧνπερ τὰς αἰτίας αὐτὸς ἅτε βασιλεὺς καταστὰς ἔδωκε· καὶ ὅσα μέντοι κατακεκρυμμένῃ δυνάμει καὶ φύσει δαιμονίᾳ 18.37 διειργάσατο ἀνθρώπους κακὰ, ἐγὼ δηλώσω. τούτου γὰρῬωμαίων διοικουμένου τὰ πράγματα πολλὰ καὶ ἄλλα πάθη ξυνηνέχθη γενέσθαι, ἅπερ οἱ μὲν τῇ τοῦ πονηροῦ δαίμονος τῇδε παρουσίᾳ ἰσχυρίζοντο καὶ μηχανῇ ξυμβῆναι, οἱ δὲ αὐτοῦ τὸ θεῖον τὰ ἔργα μισῆσαν ἀποστραφέν τε ἀπὸ τῆςῬωμαίων ἀρχῆς, χώραν δαίμοσι τοῖς παλαμναίοις ἐνδεδωκέναι ταῦτα διαπράξασθαι 18.38 τῇδε.Ἔδεσσαν μὲν γὰρ Σκιρτὸς ἐπικλύσας ὁ ποταμὸς μυρίων δημιουργὸς τοῖς ἐκείνῃ ἀνθρώποις συμφορῶν γέγονεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται. 18.39 Νεῖλος δὲ ἀναβὰς μὲν ᾗπερ εἰώθει, χρόνοις δὲ οὐκ ἀποβὰς τοῖς καθήκουσι, δεινά τινας τῶν ᾠκημένων εἰργάσατο ἔργα, ἅπερ μοι καὶ πρότερον δεδιήγηται. 18.40 Κύδνος δὲ Ταρσὸν περιβαλλόμενος σχεδόν τι πᾶσαν ἡμέρας τε αὐτὴν ἐπικλύσας πολλὰς οὐ πρότερον ἀπέστη 18.41 ἕως αὐτὴν ἀνήκεστα κακὰ ἔδρασε. σεισμοὶ δὲἈντιόχειάν τε καθεῖλον τὴν τῆς ἑῴας πρώτην καὶ Σελεύκειαν, ἥπερ αὐτῆς ἐκ γειτόνων οἰκεῖται, καὶ τὴν ἐν 18.42 Κίλιξιν ἐπιφανεστάτηνἈνάζαρβον. αἷς τῶν ξυναπολωλότων ἀνθρώπων τὸ μέτρον τίς ἂν διαριθμεῖσθαι δυνατὸς εἴη; προσθείη δὲ ἄν τις τά τεἼβωρα καὶἈμάσειαν, ἣ πρώτη ἐν Πόντῳ ἐτύγχανεν οὖσα, Πολύβοτόν τε τὴν ἐν Φρυγίᾳ καὶ ἣν Πισίδαι Φιλομηδὴν καλοῦσι, Λύχνιδόν τε τὴν ἐνἨπειρώταις καὶ Κόρινθον, αἳ δὴ πολυανθρωπόταται ἐκ παλαιοῦ ἦσαν. 18.43 ταύταις γὰρ ἁπαξαπάσαις ὑπὸ τοῦτον τὸν χρόνον σεισμῷ τε καταπεσεῖν καὶ τοῖς ᾠκημένοις σχεδόν τι 18.44 πᾶσι ξυνδιολωλέναι τετύχηκεν. ἐπιγενόμενος δὲ καὶ ὁ λοιμὸς, οὗ