1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

21

μὲν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω. 10.11Ἡ δὲ Θεοδώρα εὐπρόσωπος μὲν ἦν καὶ εὔχαρις ἄλλως, κολοβὸς δὲ καὶ ὡρακιῶσα οὐ παντάπασι μὲν, ἀλλ' ὅσον ὑπόχλωρος εἶναι, γοργόν τε καὶ συνεστραμ10.12 μένον ἀεὶ βλέπουσα. τῶν δὲ δὴ αὐτῇ βεβιωμένων ἐν τῇ θυμέλῃ τὰ μὲν πλεῖστα λέγοντι οὐκ ἂν ὁ πᾶς αἰὼν ἐπαρκέσαι, ὀλίγα δὲ ἄττα ἐν τοῖς ἔμπροσθεν λόγοις ἀπολεξάμενος τοῦ τῆς γυναικὸς τρόπου τοῖς ἐπιγενησομένοις ὅλην ἂν πεποιῆσθαι τὴν δήλωσιν 10.13 ἱκανὸς εἴην. νῦν δὲ αὐτῆς καὶ τἀνδρὸς τὰ πεπραγμένα ἐν ὀλίγῳ δηλωτέον ἡμῖν, ἐπεὶ οὐδέ τι ἀλλήλοιν 10.14 χωρὶς ἐς τὴν δίαιταν ἐπραξάτην. χρόνον μὲν γὰρ πολὺν ἔδοξαν ἅπασι ταῖς τε γνώμαις ἀεὶ καὶ τοῖς ἐπιτηδεύμασι καταντικρὺ ἀλλήλοιν ἰέναι, ὕστερον μέντοι ἐξεπίτηδες αὐτοῖν ξυμπεπλάσθαι ἡ δόκησις αὕτη ἐγνώσθη, τοῦ μὴ ξυμφρονήσαντας τοὺς κατηκόους σφίσιν ἐπαναστῆναι, ἀλλὰ διεστάναι τὰς γνώμας ἐπ' αὐτοὺς ἅπασι. 10.15 Πρῶτα μὲν οὖν τοὺς Χριστιανοὺς διαναστήσαντε καὶ τὴν ἐναντίαν ἔν γε τοῖς ἀντιλεγομένοις σκηπτομένω ἀλλήλοιν ἰέναι διεσπάσαντο οὕτως ἅπαντας, ὥσπερ μοι λελέξεται οὐ πολλῷ ὕστερον. ἔπειτα δὲ 10.16 τοὺς στασιώτας διείλοντο. καὶ ἡ μὲν δυνάμει τῇ πάσῃ μεταποιεῖσθαι τῶν Βενέτων ἐπλάσσετο καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπὶ τοὺς ἀντιστασιώτας ἀναπετάσασα ἐνεδίδου κόσμῳ ἐν οὐδενὶ ἐξαμαρτάνειν τε καὶ βιάζε10.17 σθαι τὰ ἀνήκεστα. ὁ δὲ ὥσπερ ἀγανακτοῦντι μὲν καὶ ἀποσκύζοντι λάθρα ἐῴκει, κελεὐθέως δὲ τῇ γυναικὶ ἀντιστατεῖν οὐχ οἵῳ τε ὄντι· πολλάκις δὲ καὶ μεταμπισχόμενοι τὴν τοῦ δύνασθαι δόξαν σφίσιν αὐτοῖς 10.18 τὴν ἐναντίαν ᾔεσαν. ὁ μὲν γὰρ τοὺς Βενέτους οἷα ἐξαμαρτάνοντας κολάζειν ἠξίου, ἡ δὲ τῷ λόγῳ χαλεπαίνουσα ἐδυσφορεῖτο ὅτι δὴ οὐχ ἑκοῦσα τἀνδρὸς ἡσσηθείη. 10.19 Τῶν μέντοι Βενέτων οἱ στασιῶται, ὥσπερ μοι εἴρηται, σωφρονέστατοι ἔδοξαν εἶναι. τοὺς γὰρ πέλας βιάζεσθαι ὅσα ἐξῆν οὐδαμῆ ἐδικαίουν, ἔν τε ταῖς περὶ τὰς δίκας φιλονεικίαις ἐδόκει μὲν ἑκάτερος ἑνὶ τῶν διαφόρων ἀμύνειν, νικᾶν δὲ αὐτοῖν τὸν λόγῳ τῷ ἀδίκῳ ξυνιστάμενον ἐπάναγκες ἦν· οὕτω δὲ τὰ πλεῖστα 10.20 χρημάτων αὐτοὺς τῶν ἀντιλεγομένων ληΐζεσθαι. πολλοὺς μὲν οὖν ὅδε ὁ αὐτοκράτωρ ἐν τοῖς αὐτῷ καταλέγων ἐπιτηδείοις ἐς τὴν ἐξουσίαν ἐνεβίβαζε τοῦ βιάζεσθαί τε καὶ εἰς τὴν πολιτείαν ἐξαμαρτάνειν ἃ βούλοιντο, ἐπειδὰν δὲ πλούτου τι μέγα χρῆμα περιβεβλημένοι φανεῖεν, εὐθύς τι προσκεκρουκότες τῇ 10.21 γυναικὶ διάφοροι ἦσαν. ὧν δὴ κατ' ἀρχὰς μεταποιεῖσθαι πάσῃ προθυμίᾳ οὐδαμῆ ἀπηξίου, ὕστερον δὲ τὴν ἐς τοὺς ἀνθρώπους μεθεὶς εὔνοιαν τὰ ἐς τὴν 10.22 σπουδὴν τάραχος ἐκ τοῦ αἰφνιδίου ἐγίνετο. καὶ ἡ μὲν αὐτίκα εἰργάζετο αὐτοὺς ἀνήκεστα ἔργα, ὁ δὲ δῆθεν οὐκ ἐπαισθανόμενος τῶν πραττομένων σύμπασαν αὐτῶν τὴν οὐσίαν κτήσει ἀναισχύντῳ ἠσπάζετο. 10.23 τούτοις τε ἀεὶ τοῖς μηχανήμασιν ἐν σφίσι μὲν αὐτοῖς ξυμφρονοῦντες, ἐς δὲ τὸ ἐμφανὲς στασιάζειν ποιούμενοι, διαστήσασθαί τε τοὺς ὑπηκόους καὶ τὴν τυραννίδα βεβαιότατα κρατύνεσθαι ἔσχον. 11.1Ἐπειδὴ οὖνἸουστινιανὸς τὴν βασιλείαν παρέλαβε, συγχεῖν ἅπαντα εὐθὺς ἴσχυσεν. ἃ γὰρ ἔμπροσθεν νόμῳ ἀπορρηθέντα ἐτύγχανεν, ἐς τὴν πολιτείαν εἰσῆγε, τά τε ὄντα καὶ ξυνειθισμένα καθελὼν ξύμπαντα, ὥσπερ ἐπὶ τούτῳ κεκομισμένος τὸ τῆς βασιλείας σχῆμα, ἐφ' 11.2 ᾧ ἅπαντα μεταλλάσσοι ἐφ' ἕτερον σχῆμα. ἀρχάς τε γὰρ τὰς μὲν οὔσας ἀνῄρει, τὰς δὲ οὐκ οὔσας ἐφίστη τοῖς πράγμασι· τούς τε νόμους καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους ταὐτὸ τοῦτο ἐποίει, οὐ τῷ δικαίῳ εἴκων οὐδὲ τῷ ξυμφόρῳ ἐς τοῦτο ἠγμένος, ἀλλ' ὅπως δὴ ἅπαντα νεώτερά τε καὶ αὐτοῦ ἐπώνυμα εἴη. ἢν δέ τι καὶ μεταβαλεῖν ἐν τῷ παραυτίκα ἥκιστα ἴσχυσεν, ἀλλὰ τούτῳ γε τὴν ἐπωνυμίαν τὴν αὑτοῦ ἔθετο. 11.3 Χρημάτων δὲ ἁρπαγῆς ἢ φόνου ἀνθρώπων κόρος 11.3 αὐτὸν οὐδεὶς ἔλαβε πώποτε, ἀλλ' οἰκίας μὲν παμπληθεῖς ληϊσάμενος εὐδαιμόνων ἀνδρῶν ἑτέρας ἐζήτει, προέμενος εὐθὺς τῶν βαρβάρων τισὶν, ἢ ἀνοήτοις 11.4 οἰκοδομίαις λείας τῆς προτέρας τὰ χρήματα. καὶ μυρίους δὲ ἴσως λόγῳ οὐδενὶ ἀνελὼν ἐς πλειόνων ἄλλων 11.5 ἐπιβουλὴν αὐτίκα μάλα καθίστατο. εἰρήνης