1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

33

ἀνάγκην τε καὶ κακοπάθειαν προσετρίψατο ἡ βασίλισσα ὥστε αὐταῖς ἀπαλλαξειούσαις τῶν ἐνθένδε κακῶν τὸν γάμον αὐτῶν ἀνταλλάξασθαι ἐν σπουδῇ γέγονεν. οὕτως αὐτῇ ἄχραν17.11 τος οὐδεὶς ἢ ἄσυλος μεμένηκε χῶρος. αὗται μὲν οὖν ἀνδράσι πτωχοῖς τε καὶ ἀπερριμμένοις πολλῷ ἀπὸ τῆς σφετέρας ἀξίας ἀκούσιαι ξυνῳκίσθησαν, καίπερ εὐπα17.12 τριδῶν σφίσι παρόντων μνηστήρων. ἡ δὲ μήτηρ αὐταῖς χήρα καὶ αὐτὴ γεγονυῖα οὔτε ἀνοιμῶξαι οὔτε 17.13 ἀποκλαῦσαι τολμῶσα τὸ πάθος παρῆν τῇ ἐγγύῃ. ὕστερον δὲ ἀφοσιουμένη ἡ Θεοδώρα τὸ μίασμα, δημοσίαις 17.14 αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω. ἄρχοντα γὰρ ἑκάτερον κατεστήσατο. καὶ ταῖς μὲν κόραις παραψυχὴ οὐδ' ὣς γέγονε, πάθη δὲ ἀνήκεστα καὶ ἀνύποιστα τοῖς ὑπηκόοις σχεδόν τι ἅπασι πρὸς τῶν ἀνδρῶν τούτων ξυνηνέχθη παθεῖν, ἅπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις 17.15 λελέξεται. Θεοδώρᾳ γὰρ οὔτε ἀρχῆς οὔτε πολιτείας ἀξίωσις οὔτε τι ἄλλο ἐπιμελὲς ἦν, εἰ τὸ βούλημα περανεῖται μόνον. 17.16Ἐτύγχανε δὲ ὑπό του κυήσασα τῶν ἐραστῶν, ἡνίκα ἔτι ἐπὶ σκηνῆς ἦν, τοῦ δὲ κακοῦ ὀψὲ τοῦ καιροῦ αἰσθομένη πάντα μὲν ἐς τὸ ἀμβλύσκειν, ὥσπερ εἰώθει, ἐποίει, ἄωρον δὲ ἀποκτιννύναι τὸ βρέφος οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπεὶ οὐ πολλῷ ἀπελέλειπτο τοῦ ἀνθρωπο17.17 ειδὲς γένος γεγονέναι. διὸ δὴ ἐπεὶ οὐδὲν προὐχώρει, τῆς πείρας ἀφεμένη τίκτειν ἠνάγκαστο. ὁρῶν δὲ αὐτὴν ὁ τοῦ τεχθέντος πατὴρ ἀπορουμένην τε καὶ ἀσχάλλουσαν, ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν δυνατὴ εἴη, ἐπεὶ καὶ ἀληθῶς δὴ ὑπῄσθετο ὡς διαχρήσεται τὸ παιδίον, ἀνείλετό τε καὶἸωάννην ἐπονομάσας, ἐπεὶ ἄρσεν ἦν, ἐς τὴνἈραβίαν 17.18 ἐς ἥνπερ ὥρμητο ἀπιὼν ᾤχετο. ἐπεὶ δὲ αὐτὸς μὲν τελευτᾶν ἔμελλεν,Ἰωάννης δὲ ἤδη μειράκιον ἦν, τὸν πάντα λόγον αὐτῷ ἀμφὶ τῇ μητρὶ ὁ πατὴρ ἔφρασε. 17.19 καὶ ὃς ἅπαντα ἐπὶ τῷ πατρὶ ἐξ ἀνθρώπων ἀφανισθέντι τὰ νόμιμα ποιήσας, χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἦλθε καὶ τοῖς παρὰ τὴν μητέρα τὰς εἰσόδους ἀεὶ ποιου17.20 μένοις τὸ πρᾶγμα ἀγγέλλει. οἱ δὲ οὐδὲν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου αὐτὴν λογιεῖσθαι ὑποτοπήσαντες ἐπαγγέλλουσι τῇ μητρὶ ὅτι δὴ αὐτῆςἸωάννης ὁ υἱὸς 17.21 ἥκοι. δείσασα δὲ ἡ γυνὴ μὴ ἐς τὸν ἄνδρα ἔκπυστος ὁ λόγος γένηται, τὸν παῖδά οἱ ἐς ὄψιν ἐκέλευεν ἥκειν. 17.22 ἐπεί τε εἶδε παραγενόμενον, τῶν οἰκείων τινὶ ἐνεχεί17.23 ρισεν, ᾧπερ ἀεὶ τὰ τοιαῦτα ἐπέχειν εἰώθει. καὶ τρόπῳ μὲν ὅτῳ ὁ ταλαίπωρος ἐξ ἀνθρώπων ἠφάνισται οὐκ ἔχω εἰπεῖν, οὐδεὶς δὲ αὐτὸν ἄχρι δεῦρο ἰδεῖν οὐδὲ ἀπογενομένης τῆς βασιλίδος ἔσχε. 17.24 Τότε καὶ ταῖς γυναιξὶ σχεδόν τι ἁπάσαις τὸν τρόπον διεφθάρθαι ξυνέβη. ἐξήμαρτον γὰρ ἐς τοὺς ἄνδρας ἐξουσίᾳ τῇ πάσῃ, οὐ φέροντος αὐταῖς κίνδυνόν τινα ἢ βλάβην τοῦ ἔργου, ἐπεὶ καὶ ὅσαι μοιχείας ἁλοῖεν, αὗται κακῶν ἀπαθεῖς ἔμενον, παρὰ δὲ τὴν βασιλίδα αὐτίκα ἰοῦσαι ἀντίστροφοί τε γενόμεναι καὶ δίκην οὐ γεγονότων ἐγκλημάτων ἀντιλαχοῦσαι τοὺς ἄνδρας ὑπῆ17.25 γον. περιῆν τε αὐτοῖς ἀνεξελέγκτοις οὖσι τὴν μὲν προῖκα ἐν διπλασίῳ ἀποτιννύναι, μεμαστιγωμένοις δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τὸ δεσμωτήριον ἀπαχθῆναι, καὶ αὖ πάλιν τὰς μοιχευτρίας ἐπιδεῖν κεκομψευμένας τε καὶ πρὸς τῶν μοιχῶν ἀδεέστερον λαγνευομένας. τῶν δὲ μοιχῶν πολλοὶ ἀπ' αὐτοῦ τοῦ ἔργου καὶ τιμῆς 17.26 ἔτυχον. διόπερ οἱ πλεῖστοι τὸ λοιπὸν πάσχοντες πρὸς τῶν γυναικῶν ἀνόσια ἔργα ἀσμενέστατα ἀμαστίγωτοι σιωπῇ ἔμενον, τὴν παρρησίαν αὐταῖς τῷ μὴ πεφωρᾶσθαι δοκεῖν ἐνδιδόντες. 17.27 Αὕτη ἅπαντα πρυτανεύειν αὐτογνωμονοῦσα τὰ ἐν τῇ πολιτείᾳ ἠξίου. τάς τε γὰρ ἀρχὰς καὶ ἱερωσύνας ἐχειροτόνει, ἐκεῖνο μόνον διερευνωμένη καὶ φυλασσομένη ἐνδελεχέστατα, μὴ καλὸς ἢ ἀγαθός τις ὁ τὸ ἀξίωμα μετιὼν εἴη, καὶ οὐχ οἷός τέ οἱ ἐσόμενος ἐς τὰ 17.28 ἐπαγγελλόμενα ὑπουργήσειν. καὶ τοὺς γάμους ἅπαντας τῇ θείᾳ ἐξουσίᾳ τινὶ διῳκεῖτο, τοῦ τε γαμεῖν πρότερον οὐδεμίαν ἄνθρωποι ἐγγύην ἑκουσίαν πεποίηνται. 17.29 γυνὴ γὰρ ἑκάστῳ ἐξαπιναίως ἐγίνετο, οὐχ ὅτι δὴ ἐς αὐτὸν ἤρεσκεν, ὅπερ κἀν τοῖς βαρβάροις εἰώθει, ἀλλ' 17.30 ὅτι βουλομένῃ τῇ Θεοδώρᾳ εἴη. ὅπερ αὖ καὶ ταῖς γαμουμέναις ἀνάπαλιν ξυνέβαινε