1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

42

Παλατίνοις, οἳ δὴ ἀμφί τε τοὺς θησαυροὺς καὶ τὰ πριβᾶτα καλούμενα τό τε πατριμώνιον ἐπιτελεῖν ἀεὶ τὴν ὑπουργίαν εἰώθασιν, ἐν πάσαις τε συλλήβδην εἰπεῖν ταῖς ἐν Βυζαντίῳ καὶ 22.13 πόλεσι ταῖς ἄλλαις τεταγμέναις ἀρχαῖς. ἐξ οὗ γὰρ ὅδε ὁ τύραννος τὰ πράγματα διῳκήσατο, ἐν ἀρχῇ ἑκάστῃ τοὺς τοῖς ὑπηρετοῦσι προσήκοντας πόρους πὴ μὲν αὐτὸς, πὴ δὲ ὁ τὴν τιμὴν ἔχων προσεποιοῦντο ἐν οὐδενὶ λόγῳ, οἵ τε αὐτοῖς ἐπιτάττουσιν ὑπουργοῦντες πενόμενοι τὰ ἔσχατα πάντα τοῦτον τὸν χρόνον δουλοπρεπέστατα ὑπουργεῖν ἠναγκάζοντο. 22.14 Σίτου δὲ πολλοῦ κομιδῆ ἐς Βυζάντιον κεκομισμένου ἐσεσήπει μὲν ὁ πλεῖστος ἤδη, αὐτὸς δὲ τοῦτον πόλεσι ταῖς ἑῴαις ἐπέβαλλε κατὰ λόγον ἑκάστῃ, καίπερ οὐκ ἔχοντα ἐπιτηδείως ἐς βρῶσιν ἀνθρώπων, ἐπέβαλλέ τε, οὐχ ᾗπερ ἀποδίδοσθαι τὸν κάλλιστον σῖτον εἰώθει, ἀλλὰ καὶ πολλῷ ἀξιώτερον, ἦν τε τοῖς ὠνουμένοις ἐπάναγκες χρήματα μεγάλα προεμένοις ἐπὶ τιμήμασι φορτικωτάτοις, εἶτα τὸν σῖτον ἐς τὴν θάλασσαν ἢ ἔς 22.15 τινα ὑδροχόην ἀπορριπτεῖν. ἐπεὶ δὲ καὶ σίτου ἀκραιφνοῦς τε καὶ οὔπω σεσηπότος μέγα τι πλῆθος ἐνταῦθα ἀπέκειτο, καὶ τοῦτο πλείστων τῶν πόλεων ταῖς σίτου 22.16 ὑποσπανιζούσαις ἀπεμπολεῖν ἔγνω. ταύτῃ γὰρ διπλάσια τὰ χρήματα ἐποίει ἅπερ τοῖς ὑποτελέσι τὸ δημόσιον ὑπὲρ τοῦδε τοῦ σίτου τὰ πρότερα ἐλελόγιστο. 22.17 ἀλλ' ἐπεὶ ἐς νέωτα οὐκέτι ὁμοίως ἡ τῶν καρπῶν φορὰ ἤκμαζεν, ἐνδεεστέρως μὲν ἢ κατὰ χρείαν ἐς Βυζάντιον ὁ σιταγωγὸς στόλος ἀφίκετο, Πέτρος δὲ τοῖς παροῦσι διαπορούμενος, ἐκ τῶν ἔν τε Βιθυνίᾳ καὶ Φρυγίᾳ καὶ Θρᾴκῃ χωρίων πρίασθαι μέγα τι χρῆμα σίτου 22.18 ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν ἐς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ αὐτὰ ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι καὶ τίμημα ἕτερον ὑπὲρ 22.19 αὐτοῦ κατατιθέναι. τοῦτό ἐστι τὸ ἄχθος ὅπερ καλεῖν συνωνὴν νενομίκασιν. ἐπεὶ δὲ οὐδ' ὣς σῖτος ἐν Βυζαντίῳ κατὰ τὴν χρείαν ἱκανὸς ἐγεγόνει, πολλοὶ τὸ 22.20 πρᾶγμα ἐς βασιλέα διέβαλλον. ἅμα δὲ καὶ οἱ στρατευόμενοι σχεδόν τι ἅπαντες ἅτε τὰς εἰωθυίας οὐ κεκομισμένοι ξυντάξεις, θορύβῳ τε ἀνὰ τὴν πόλιν καὶ 22.21 ταραχῇ πολλῇ εἴχοντο. βασιλεὺς μὲν οὖν ἤδη τε αὐτῷ χαλεπῶς ἔχειν ἔδοξε καὶ παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε διά τε ταῦτα ἅπερ ἐρρήθη καὶ ὅτι χρήματα δαιμονίως μεγάλα ἠκηκόει αὐτῷ ἀποκεκρύφθαι, 22.22 ἅπερ ἐκ τοῦ δημοσίου σεσυληκὼς ἔτυχε. καὶ ἦν δὲ οὕτως. Θεοδώρα δὲ τὸν ἄνδρα οὐκ εἴα. ἐκτόπως γὰρ τὸν Βαρσύμην ἠγάπα, ἐμοὶ μὲν δοκεῖ, τῆς τε πονηρίας ἕνεκα καὶ τοῦ τοῖς κατηκόοις διαφερόντως 22.23 λυμαίνεσθαι. αὐτή τε γὰρ ὠμοτάτη ἦν καὶ ἀπανθρωπίας ἀτεχνῶς ἔμπλεως καὶ τοὺς ὑπουργοῦντας ἠξίου τὰ ἐς τὸν τρόπον αὐτῇ ἐπιτηδείως ὡς μάλιστα ἔχειν. 22.24 φασὶ δὲ αὐτὴν καὶ καταμαγευθεῖσαν πρὸς τοῦ Πέτρου 22.25 ἀκούσιον αὐτῷ εὐνοϊκῶς ἔχειν. περί τε γὰρ τοὺς φαρμακέας καὶ τὰ δαιμόνια περιέργως ἐσπουδάκει ὁ Βαρσύμης οὗτος, καὶ τοὺς καλουμένους Μανιχαίους ἐτεθήπει τε καὶ αὐτῶν προστατεῖν ἐκ τοῦ ἐμφανοῦς 22.26 οὐδαμῆ ἀπηξίου. καίτοι καὶ ταῦτα ἡ βασιλὶς ἀκούσασα οὐ μεθῆκε τὴν ἐς τὸν ἄνθρωπον εὔνοιαν, ἀλλὰ μᾶλλον ἔτι διὰ ταῦτα περιστέλλειν τε καὶ ἀγαπᾶν 22.27 ἔγνω. μάγοις τε γὰρ καὶ φαρμακεῦσι καὶ αὐτὴ ὁμιλήσασα ἐκ παιδὸς ἅτε τῶν ἐπιτηδευμάτων αὐτὴν ἐς τοῦτο ἀγόντων διεβίω πιστεύουσά τε τῷ πράγματι 22.28 τούτῳ καὶ αὐτῷ τὸ θαρσεῖν ἐς ἀεὶ ἔχουσα. λέγεται δὲ καὶ τὸνἸουστινιανὸν οὐ τοσοῦτον θωπεύουσα χειροήθη ποιήσασθαι, ὅσον τῇ ἐκ τῶν δαιμονίων 22.29 ἀνάγκῃ. οὐ γάρ τις ἦν εὔφρων ἢ δίκαιος ὅδε ἀνὴρ ἢ ἐς τὸ ἀγαθὸν βέβαιος, ὥστε κρείσσων ποτὲ τῆς τοιαύτης ἐπιβουλῆς εἶναι, ἀλλὰ φόνων μὲν καὶ χρημάτων ἔρωτος διαφανῶς ἥσσων, τοῖς δὲ αὐτὸν ἐξαπα22.30 τῶσι καὶ κολακεύουσιν οὐ χαλεπῶς εἴκων. ἔν τε πράξεσι ταῖς μάλιστά οἱ ἐσπουδασμέναις μετεβάλλετό τε οὐδενὶ λόγῳ καὶ κονιορτῷ ἐνδελεχέστατα ἐμφερὴς 22.31 ἐγεγόνει.