1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

54

ἐς τοὺς πλείστους ἤδη τῶν πολιτῶν ἐπιρρέοντος προμήθειάν τινα τοῦ θεοῦ ξυνη28.14 νέχθη γενέσθαι τοιάνδε. Πρίσκον ὁ Λογγῖνος τὸν τοῦτο δὴ τὸ σκαιώρημα ἐργασάμενον ἅπαντα ὁμοῦ κομίζειν οἱ τὰ γράμματα ἐκέλευσεν, ἀναδυόμενόν τε 28.15 τὴν πρᾶξιν ἐρράπισε δυνάμει τῇ πάσῃ. ὁ δὲ ἀνδρὸς ἰσχυροῦ λίαν τὴν πληγὴν οὐδαμῆ ἐνεγκὼν ἔπεσεν ὕπτιος, τρέμων δὲ ἤδη καὶ περιδεὴς γεγονὼς, ὅλως τε Λογγῖνον ᾐσθῆσθαι τὰ πεπραγμένα ὑπονοῶν ὡμολόγει, οὕτω τε τῆς σκαιωρίας ἁπάσης ἐς φῶς ἐνεχθείσης τὴν συκοφαντίαν πεπαῦσθαι ξυνέβη. 28.16 Ταῦτα δὲ οὐ μόνον ἐς τοὺς νόμους ἀεὶ καὶ καθ' ἑκάστην εἰργάζετο τοὺςῬωμαίων, ἀλλὰ καὶ οὓςἙβραῖοι τιμῶσι καταλύειν ὅδε βασιλεὺς ἐν σπουδῇ εἶχεν. 28.17 ἢν γάρ ποτε αὐτοῖς ἐπανιὼν ὁ χρόνος τὴν Πασχαλίαν ἑορτὴν πρὸ τῶν Χριστιανῶν ἀγαγὼν τύχοι, οὐκ εἴα ταύτην τοὺςἸουδαίους καιροῖς τοῖς καθήκουσιν ἄγειν, οὐδέ τι ἐν ταύτῃ ἐξοσιοῦσθαι τῷ θεῷ ἢ ἐπιτελεῖν τῶν 28.18 ἐν σφίσιν αὐτοῖς νομίμων. πολλούς τε αὐτῶν οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι ἅτε προβατείων κρεῶν ἐν τούτῳ γευσαμένους τῷ χρόνῳ, τῆς ἐς τὴν πολιτείαν παρανο28.19 μίας ὑπάγοντες χρήμασιν ἐζημίουν πολλοῖς. ἔργα μὲν οὖν καὶ ἄλλα τοιαῦταἸουστινιανοῦ ἀνάριθμα ἐξεπιστάμενος οὐκ ἄν τι ἐνθείην, ἐπεὶ πέρας δοτέον τῷ λόγῳ. ἀποχρήσει γὰρ καὶ δι' αὐτῶν τὸ τοῦ ἀνθρώπου ἦθος σημῆναι. 29.1Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω. τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρτίως, παραλύσας ἧς εἶχεν ἀρχῆς,Ἰωάννην ἀντ' αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα. 29.2 ὅπερ ἐπεὶ Πελάγιος ἔγνω Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο εἴπερ ὁ 29.3 ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη. καὶ ὃς εὐθὺς ἀπηρνήσατο μηδὲν πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος, γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν, ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ αὐ29.4 τῆς τρόπῳ μεθίεσθαι. οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι. ἦν δέ τις τῷἸωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων καὶ χρήματα περιβεβλημένος πολλὰ 29.5 ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας. οὗτος Εὐδαίμων ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, καὶ αὐτὸς βασιλέως ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ 29.6 τῆς ἀρχῆς εἴη. ὁ δὲ ὅσα οἱ πρὸς Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸνἸωάννην γράμματα γράψας ἀν29.7 τιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν. οὐδὲ γὰρ οὐδ' αὐτῷ νεώτερον ἀμφ' αὐτῇ βεβουλεῦσθαι. οἷσπερ ὁἸωάννης ἀναπεισθεὶς Λιβέριον ἀναχωρεῖν τοῦ τῆς ἀρχῆς καταγωγίου ἅτε αὐτῆς παραλελυμένον 29.8 ἐκέλευε. Λιβέριος δὲ αὐτῷ πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν. 29.9 ὁ μὲν οὖνἸωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾔει, ὁ δὲ ξὺν τοῖς ἀμφ' αὑτὸν εἰς ἀντίστασιν εἶδε. μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ 29.10 πίπτουσι καὶἸωάννης αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων. Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου, μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον ὁ Λιβέριος ἦν, ἥ τε σύγκλητος βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ' 29.11 ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι. βασιλεὺς μέντοι οὐ πρότερον ἀπέστη ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα. 29.12 Οὕτω μὲν οὖνἸουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. ὁ μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν 29.13 εἰπών. ὑπὸ χρόνον τε τὸν αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν 29.14 οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι 29.15 τῶν νομίμων κληρονόμων προέμενος. τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς