1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

57

κεκτημένοι καρπῶν τῶν σφετέρων σεσηπότων τε καὶ εἰκῆ κειμένων ἀνόνητοι ἐς ἀεὶ γίνονται. 30.12 Τὰ δὲ τῶν κατασκόπων τοιαῦτά ἐστιν. ἄνδρες πολλοὶ ἐν δημοσίῳ τὸ ἀνέκαθεν ἐσιτίζοντο, οἳ δὴ ἐς τοὺς πολεμίους ἰόντες ἔν τε τοῖς Περσῶν βασιλείοις γινόμενοι ἢ ἐμπορίας ὀνόματι ἢ τρόπῳ ἑτέρῳ, ἔς τε τὸ ἀκριβὲς διερευνώμενοι ἕκαστα, ἐπανήκοντες ἐςῬωμαίων τὴν γῆν πάντα τοῖς ἄρχουσιν ἐπαγγέλλειν ἠδύ30.13 ναντο τὰ τῶν πολεμίων ἀπόρρητα. οἱ δὲ προὔμαθον ἐφύλασσόν τε καὶ ἀπρόοπτον οὐδὲν ξυνέπιπτε σφίσι. τοῦτο δὲ τὸ χρῆμα κἀν τοῖς Μήδοις ἐκ παλαιοῦ ἦν. Χοσρόης μὲν οὖν μείζους, ὥσπερ φασὶ, πεποιημένος τὰς τῶν κατασκόπων ξυντάξεις προμηθείας τῆς ἐνθένδε 30.14 ἀπήλαυσεν. οὐδὲν γὰρ αὐτὸν ἐλάνθανε τῶν ἐνῬωμαίοις γινομένων. ὁ δὲἸουστινιανὸς οὐδ' ὁτιοῦν ἀναλώσας καὶ αὐτὸ τὸ τῶν κατασκόπων ὄνομα ἐξέτριψεν ἐκῬωμαίων τῆς γῆς, ἐξ οὗ δὴ ἄλλα τε πολλὰ ἡμαρτήθη καὶ Λαζικὴ πρὸς τῶν πολεμίων ἑάλω,Ῥωμαίων οὐδαμῆ πεπυσμένων ὅποι ποτὲ γῆς ὁ Περσῶν 30.15 βασιλεὺς ξὺν τῷ στρατῷ εἴη. ἀλλὰ καὶ καμήλους παμπληθεῖς τὸ δημόσιον ἐκ παλαιοῦ τρέφειν εἰώθει, αἳ δὴ τῷῬωμαίων στρατῷ ἐπὶ πολεμίους ἰόντι ἅπαντα 30.16 φέρουσαι τὰ ἐπιτήδεια εἵποντο. καὶ οὔτε τοῖς γεωργοῖς τότε ἀγγαροφορεῖν ἐπάναγκες ἦν οὔτε τι ἐνδεῖν τοῖς στρατιώταις τῶν ἀναγκαίων ξυνέβαινεν, ἀλλὰ καὶ ταύτας περιεῖλενἸουστινιανὸς σχεδόν τι ἁπάσας. διὸ δὴ ἐπὶ τοὺς πολεμίους ἰόντος τὰ νῦν τοῦῬωμαίων στρατοῦ γεγενῆσθαί τι τῶν δεόντων ἀδύνατον. 30.17 Τὰ μὲν οὖν σπουδαιότατα τῇ πολιτείᾳ ἐπεφέρετο τῇδε. οὐδὲν δὲ χεῖρον καί τινος αὐτοῦ τῶν γελοίων 30.18 ἐπιμνησθῆναι. τῶν ἐν Καισαρείᾳ ῥητόρων Εὐάγγελός τις ἦν οὐκ ἄσημος ἀνὴρ, ὅσπερ ἐπιφόρου οἱ τοῦ τῆς τύχης πνεύματος γενομένου χρημάτων τε ἄλλων καὶ 30.19 χώρας πολλῆς κύριος γέγονεν. ὕστερον δὲ καὶ κώμην ἐπιθαλασσίαν τινὰ, Πορφυρεῶνα ὄνομα, τριῶν χρυσίου κεντηναρίων ἐπρίατο. ταῦτα μαθὼνἸουστινιανὸς βασιλεὺς ἀφείλετο αὐτῷ τὸ χωρίον εὐθὺς ὀλίγην αὐτῷ τινα τοῦ τιμήματος προέμενος μοῖραν, καὶ τοῦτο ἀποφθεγξάμενος, ὡς Εὐαγγέλῳ ῥήτορι ὄντι οὐ μήποτε εὐπρε30.20 πὲς εἴη κώμης τοιαύτης κυρίῳ εἶναι. ἀλλὰ περὶ μὲν τούτων, ἀμηγέπη αὐτῶν ἐπιμνησθέντες, παυσόμεθα λέγειν. 30.21 Τῶν δὲ πρός τεἸουστινιανοῦ καὶ Θεοδώρας ἐπὶ τῇ πολιτείᾳ νεοχμωθέντων καὶ ταῦτά ἐστι. πάλαι μὲν ἡ σύγκλητος βουλὴ παρὰ βασιλέα ἰοῦσα τρόπῳ τοιῷδε προσκυνεῖν εἴθιστο. πατρίκιος μέν τις ἀνὴρ παρὰ 30.22 μαζὸν αὐτοῦ προσεκύνει τὸν δεξιόν. βασιλεὺς δὲ αὐτοῦ καταφιλήσας τῆς κεφαλῆς ἐξίει, οἱ δὲ λοιποὶ ἅπαντες γόνυ κλίναντες βασιλεῖ τὸ δεξιὸν ἀπηλλάσ30.23 σοντο. βασιλίδα μέντοι προσκυνεῖν οὐδαμῆ εἴθιστο. παρὰ δὲἸουστινιανόν τε καὶ Θεοδώραν τὰς εἰσόδους ποιούμενοι οἵ τε ἄλλοι ἅπαντες καὶ ὅσοι τὸ πατρικίων ἀξίωμα εἶχον ἔπιπτον μὲν εἰς τὸ ἔδαφος εὐθὺς ἐπὶ στόμα, χειρῶν δὲ καὶ ποδῶν ἐς ἄγαν σφίσι τετανυσμένων τῷ χείλει ποδὸς ἑκατέρου ἁψάμενοι ἐξανίσταντο. 30.24 οὐδὲ γὰρ ἡ Θεοδώρα τὴν ἀξίωσιν ἀνεδύετο ταύτην, ἥ γε καὶ τοὺς πρέσβεις προσίεσθαι Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων, χρήμασί τε αὐτοὺς δωρεῖσθαι, ὥσπερ ὑπ' αὐτῇ κειμένης τῆςῬωμαίων ἀρχῆς, οὐδαμῆ ἀπηξίου, πρᾶγμα πώποτε οὐ γεγονὸς ἐκ τοῦ παντὸς χρόνου. 30.25 καὶ πάλαι μὲν οἱ τῷ βασιλεῖ ξυγγενόμενοι αὐτόν τε βασιλέα καὶ τὴν γυναῖκα βασιλίδα ἐκάλουν, ἀρχόντων τε τῶν λοιπῶν ἕκαστον ὅπη αὐτῷ ἀξιώματος πέρι τὰ 30.26 παρόντα ἔχοι. ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη, ἀλλ' οὐ δεσπότην τε ἀποκαλοίη καὶ δέσποιναν, ἢ καὶ μὴ δούλους τῶν τινας ἀρχόντων ὀνομάζειν πειρῷτο, τοσοῦτος δὴ ἀμαθής τε καὶ τὴν γλῶτταν ἀκόλαστος ἐδόκει εἶναι, καὶ ἅτε ἡμαρτηκὼς τὰ πικρότατα καὶ ὑβρίσας ἐς οὓς ἥκιστα ἐχρῆν ἐνθένδε ἀπῄει. 30.27 Καὶ τὰ πρότερα μὲν ὀλίγοι τε καὶ μόλις ἐν βασιλείοις ἐγίνοντο, ἐξ ὅτου δὲ οὗτοι τὴν βασιλείαν παρέλαβον, ἄρχοντες ὁμοῦ καὶ οἱ λοιποὶ ξύμπαντες ἐν 30.28 Παλατίῳ ἐνδελεχέστατα διατριβὴν εἶχον. αἴτιον δὲ ὅτι πάλαι μὲν ταῖς ἀρχαῖς τά τε δίκαια καὶ νόμιμα 30.29 πράσσειν γνώμῃ αὐτονόμῳ ἐξῆν. οἵ τε οὖν