1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

22

τοίνυνῬωμαίοις οὔσης ἐς πάντας ἀνθρώπους οὐκ ἔχων ὅστις γένηται τῶν φόνων ἐπιθυμίᾳ πάντας βαρβάρους πρός τε ἀλλήλους ξυνέκρουε, τῶν δὲ Οὔννων τοὺς ἡγουμένους ἐξ αἰτίας οὐδεμιᾶς μετακαλῶν χρήματα μεγάλα σφίσιν ἀτόπῳ φιλοτιμίᾳ προΐετο, φιλίας ἐνέχυρα δῆθεν τῷ λόγῳ ταῦτα ποιούμενος· ὅπερ αὐτὸν ἐρρήθη καὶ ὑπὸ τὸν χρόνον τῆςἸουστίνου βασιλείας πεποιηκέναι. 11.6 οἱ δὲ καὶ χρήματα κεκομισμένοι τῶν ξυναρχόντων τινὰς ξὺν τοῖς ἑπομένοις τοῖς αὐτῶν ἔπεμπον, καταθέειν ἐξ ἐπιδρομῆς γῆν τὴν βασιλέως κελεύοντες, ὅπως καὶ αὐτοὶ τὴν εἰρήνην ἀπεμπολεῖν τῷ ταύτην ὠνεῖσθαι 11.7 λόγῳ οὐδενὶ βουλομένῳ δυνατοὶ εἶεν. καὶ οἱ μὲν αὐτίκα ἠνδραπόδιζόν τε τὴνῬωμαίων ἀρχὴν καὶ οὐδέν τι ἧσσον ἔμμισθοι πρὸς τοῦ βασιλέως ἐγίνοντο· ἕτεροι δὲ μετ' ἐκείνους εὐθὺς ἐς τὸ ληΐζεσθαι τοὺς ταλαιπώρουςῬωμαίους καθίσταντο, καὶ μετὰ τὴν λείαν ἆθλα τῆς ἐφόδου τὴν βασιλέως φιλοτιμίαν ἐδέχοντο. 11.8 οὕτω τε ἅπαντες ξυλλήβδην εἰπεῖν οὐδένα ἀνιέντες καιρὸν ἐκ περιτροπῆς ἦγόν τε καὶ ἔφερον ἁπαξάπαντα. 11.9 ἀρχόντων γάρ εἰσι τοῖς βαρβάροις τούτοις ξυμμορίαι πολλαὶ καὶ περιήρχετο πόλεμος τὴν μὲν αἰτίαν ἐκ φιλοτιμίας ἀλογίστου λαβὼν, τὸ δὲ πέρας εὑρέσθαι οὐδαμῆ ἔχων, ἀλλ' ἐφ' ἑαυτὸν ἀνακυκλούμενος τὸν 11.10 πάντα αἰῶνα. διὸ δὴ χῶρος μέν τις ἢ ὄρος ἢ σπήλαιον ἢ ἄλλο τι τῆςῬωμαίων γῆς ὑπὸ τὸν χρόνον τοῦτον ἀδῄωτον οὐδαμῆ ἔμεινε, χώραις δὲ πολλαῖς 11.11 πλέον ἢ πεντάκις ἁλῶναι συνέβη. καὶ ταῦτα μέντοι καὶ ὅσα πρὸς Μήδων τε καὶ Σαρακηνῶν καὶ Σκλαβηνῶν καὶἈντῶν καὶ τῶν ἄλλων βαρβάρων ξυνηνέχθη γενέσθαι ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· ἀλλ' ὅπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον, τὴν αἰτίαν τῶν ξυμπεπτωκότων ἐνταῦθά μοι ἦν ἀναγκαῖον εἰπεῖν. 11.12 Καὶ Χοσρόῃ μὲν κεντηναρίων πλῆθος ὑπὲρ τῆς εἰρήνης προέμενος, αὐτογνωμονήσας δὲ οὐδενὶ λόγῳ αἰτιώτατος τοῦ λελύσθαι τὰς σπονδὰς γέγονεν,Ἀλαμούνδαρόν τε καὶ Οὔννους τοὺς Πέρσαις ἐνσπόνδους σπουδάζων τε καὶ διατεινόμενος ἑταιρίζεσθαι, ὅπερ μοι ἐν λόγοις τοῖς ὑπὲρ αὐτῶν οὐκ ἀπαρακαλύπτως 11.13 εἰρῆσθαι δοκεῖ. ἐν ᾧ δὲ τὰ ἐκ τῶν στάσεών τε καὶ πολέμων κακὰῬωμαίοις ἀνήγειρε καὶ ἐρρίπιζεν, ἓν τοῦτο βουλευσάμενος, αἵματος ἀνθρωπείου τὴν γῆν πολλαῖς μηχαναῖς ἔμπλεων γίνεσθαι καὶ χρήματα ληΐζεσθαι πλείω, φόνον καὶ ἄλλον τῶν ὑπηκόων ἐπενόει πολὺν τρόπῳ τοιῷδε. 11.14 Χριστιανῶν δόξαι ἀπόβλητοι πολλαί εἰσιν ἐν πάσῃ τῇῬωμαίων ἀρχῇ, ἅσπερ αἱρέσεις καλεῖν νενομίκασι, Μοντανῶν τε καὶ Σαββατιανῶν καὶ ὅσαις ἄλλαις 11.15 πλανᾶσθαι αἱ τῶν ἀνθρώπων εἰώθασι γνῶμαι. τούτους ἅπαντας δόξαν τὴν παλαιὰν ἐκέλευε μετατίθεσθαι, ἄλλα τε ἀπειλήσας ἀπειθοῦσι πολλὰ καὶ τὰς οὐσίας ἐς τοὺς παῖδας ἢ ξυγγενεῖς μηκέτι παραπέμπειν οἷόν 11.16 τε εἶναι. τούτων δὲ τὰ ἱερὰ τῶν αἱρετικῶν καλουμένων, καὶ διαφερόντως οἷσπερ ἡ τοῦἈρείου ἤσκητο 11.17 δόξα, πλοῦτόν τινα εἶχεν ἀκοῆς κρείττω. οὔτε γὰρ ἡ σύγκλητος βουλὴ ξύμπασα οὔτε τις ἄλλη μεγίστη μοῖρα τῆςῬωμαίων ἀρχῆς τά γε εἰς τὴν οὐσίαν εἰκάζεσθαι 11.18 τούτοις δὴ τοῖς ἱεροῖς ἔσχε. κειμήλιά τε γὰρ αὐτοῖς χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ξυγκείμενα ἐκ λίθων ἐντίμων ἀμύθητά τε καὶ ἀναρίθμητα ἦν, οἰκίαι τε καὶ κῶμαι παμπληθεῖς, καὶ χώρα πολλὴ πανταχόθι τῆς γῆς, καὶ ὅση ἄλλη πλούτου ἰδέα ἐστί τε καὶ ὀνομάζεται ἐν πᾶσιν ἀνθρώποις ἅτε οὐδενὸς αὐτὰ τῶν πώποτε 11.19 βεβασιλευκότων ὀχλήσαντος. πολλοί τε ἄνθρωποι, καὶ ταῦτα δόξης ὄντες ὀρθῆς, τῇ τῶν σφετέρων ἐπιτηδευμάτων προφάσει ἐνθένδε ἀεὶ τοῦ βίου τὰς ἀφορμὰς 11.20 εἶχον. τούτων μὲν οὖν τῶν ἱερῶν πρῶτον τὰς οὐσίας δημοσιώσαςἸουστινιανὸς βασιλεὺς ἀφείλετο ἐξαπιναίως τὰ χρήματα πάντα. ἐξ οὗ τοῖς πολλοῖς ἀποκεκλεῖσθαι τὸ λοιπὸν τοῦ βίου συνέβη. 11.21 Πολλοὶ δὲ εὐθὺς πανταχόσε περιιόντες δόξης τῆς πατρίου τοὺς παραπίπτοντας ἠνάγκαζον μεταβάλλεσθαι. 11.22 ἅπερ ἐπεὶ ἀνθρώποις ἀγροίκοις οὐχ ὅσια ἔδοξεν εἶναι, τοῖς ταῦτα ἐπαγγέλλουσιν ἀντιστατεῖν ἅπαντες ἔγνω11.23 σαν. πολλοὶ μὲν οὖν πρὸς τῶν στρατιωτῶν διεφθείροντο, πολλοὶ δὲ καὶ