1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

7

καθείρξασα ἐτήρει. ὅθεν δὴ αὐτῷ ξυνέβη τις τύχη οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς διαφυγόντι 3.23 ἀπαλλαγῆναι. καὶ τὰ μὲν πρῶτα καταφυγὼν εἰς τὸν ναὸν τῆς θεοτόκου, ὅσπερ ἐν Βυζαντίοις ἁγιώτατός ἐστί τε καὶ ὠνομάσθη, παρὰ τὴν ἱερὰν τράπεζαν ἱκέτης καθῆστο. ἐντεῦθέν τε αὐτὸν ἀναστήσασα βίᾳ τῇ 3.24 πάσῃ καθεῖρξεν αὖθις. τὸ δὲ δὴ δεύτερον ἐς τῆς Σοφίας τὸ ἱερὸν ἥκων, ἐς αὐτήν που τὴν θείαν δεξαμενὴν ἐξαπιναίως ἐκάθισεν, ἥνπερ μάλιστα πάντων 3.25 νενομίκασι Χριστιανοὶ σέβειν. ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὸν ἡ γυνὴ ἴσχυσε. χωρίον γὰρ ἀβέβηλον πώποτε ἀνέφαπτον αὐτῇ οὐδὲν γέγονεν, ἀλλ' αὐτῇ βιάζεσθαι τὰ ἱερὰ ξύμπαντα οὐδὲν πρᾶγμα ἐδόκει εἶναι. 3.26 καὶ ξὺν τῷ δήμῳ οἱ τῶν Χριστιανῶν ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντα. 3.27 τριῶν μὲν οὖν αὐτῷ ἐνιαυτῶν χρόνος ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ὕστερον δὲ ὁ προφήτης αὐτῷ Ζαχαρίας ἐπιστὰς ὄναρ ὅρκοις, φασὶν, ἐκέλευσε φεύγειν, συλλή3.28 ψεσθαί οἱ ἐν τῷ ἔργῳ τῷδε ὁμολογήσας. ταύτῃ τε τῇ ὄψει ἀναπεισθεὶς ἀνέστη τε ἐνθένδε καὶ διαλαθὼν εἰς τὰἹεροσόλυμα ἦλθε, μυρίων μὲν αὐτὸν διερευνωμένων ἀνθρώπων, οὐδενὸς δὲ τὸν νεανίαν, καίπερ 3.29 ἐντυχόντα, ὁρῶντος. οὗ δὴ ἀποθριξάμενός τε καὶ τῶν μοναχῶν καλουμένων τὸ σχῆμα περιβαλλόμενος τὴν ἐκ 3.30 Θεοδώρας κόλασιν διαφυγεῖν ἔσχε. Βελισάριος δὲ τὰ ὀμωμοσμένα ἠλογηκὼς, τιμωρεῖν τε οὐδαμῆ τούτῳ ἑλόμενος πάσχοντι, ὥσπερ ἐρρήθη, ἀνόσια ἔργα, ἐς πάντα οἱ λοιπὸν τὰ ἐπιτηδεύματα πολέμια τὰ πρὸς τοῦ θεοῦ ὡς τὸ εἰκὸς εὗρεν· εὐθὺς γὰρ ἐπί τε Μήδους καὶ Χοσρόην σταλεὶς τὸ τρίτον ἐσβαλόντας ἐςῬωμαίων 3.31 τὴν γῆν κακότητα ὦφλε. καίτοι ἐδόκει τι λόγου ἄξιον διαπεπρᾶχθαι, τὸν πόλεμον ἐνθένδε ἀποσεισάμενος. ἀλλ' ἐπεὶ Χοσρόης Εὐφράτην διαβὰς ποταμὸν Καλλίνικον πόλιν πολυάνθρωπον οὐδενὸς ἀμυνομένου εἷλε καὶ μυριάδας ἠνδραπόδισεῬωμαίων πολλάς, Βελισάριος δὲ οὐδὲ ὅσον ἐπισπέσθαι τοῖς πολεμίοις ἐν σπουδῇ ἔσχε, δόξαν ἀπήνεγκεν ὡς δυοῖν θάτερον, ἢ ἐθελοκακήσας ἢ ἀποδειλιάσας, αὐτοῦ ἔμεινεν. 4.1Ὑπὸ τοῦτον τὸν χρόνον καί τι ἕτερον αὐτῷ ἐπιπεσεῖν ξυνηνέχθη τοιόνδε. ὁ μὲν λοιμὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐπενέμετο τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους. βασιλεῖ δὲἸουστινιανῷ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέγετο ὅτι ἀπο4.2 λώλει. τοῦτον δὲ τὸν λόγον περιαγαγοῦσα ἡ φήμη διεκόμισεν ἄχρι ἐς τὸῬωμαίων στρατόπεδον. ἐνταῦθα ἔλεγον τῶν ἀρχόντων τινὲς ὡς, ἢν βασιλέαῬωμαῖοι ἕτερόν τινα ἐν Βυζαντίῳ καταστήσωνται σφίσιν, οὐ 4.3 μήποτε αὐτοὶ ἐπιτρέψωσιν. ὀλίγῳ δὲ ὕστερον βασιλεῖ μὲν ῥαΐσαι ξυνέβη, τοῖς δὲ τοῦῬωμαίων στρατοῦ 4.4 ἄρχουσι διαβόλοις ἐπ' ἀλλήλοις γενέσθαι. Πέτρος τε γὰρ ὁ στρατηγὸς καὶἸωάννης, ὅνπερ ἐπίκλησιν Φαγᾶν ἐκάλουν, Βελισαρίου τε καὶ Βούζου ἐκεῖνα λεγόντων ἰσχυρίζοντο ἀκηκοέναι ἅπερ μοι ἀρτίως δεδήλωται. 4.5 ταῦτά γε ἡ βασιλὶς Θεοδώρα ἐπικαλέσασα ἐφ' ἑαυτῇ 4.6 τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ ἐγεγόνει. ἅπαντας οὖν εὐθὺς μετακαλέσασα ἐς Βυζάντιον, ζήτησίν τε τοῦ λόγου τούτου ποιησαμένη, τὸν Βούζην μετεπέμψατο εἰς τὴν γυναικωνῖτιν ἐξαπιναίως, ὥς τι αὐτῷ κοινολογησομένη 4.7 τῶν ἄγαν σπουδαίων. ἦν δέ τι οἴκημα ἐν Παλατίῳ κατάγειον, ἀσφαλές τε καὶ λαβυρινθῶδες καὶ οἷον Ταρτάρῳ εἰκάζεσθαι, ἵνα δὴ τοὺς προσκεκρουκότας ὡς τὰ 4.8 πολλὰ καθείρξασα ἐτήρει. καὶ ὁ Βούζης οὖν εἰς τὸ βάραθρον τοῦτο ἐμβέβληται, ἐνταῦθά τε ἀνὴρ ἐξ ὑπάτων γενόμενος ἄγνωστος ἀεὶ τοῦ παρόντος καιροῦ 4.9 ἔμεινεν. οὔτε γὰρ αὐτὸς ἐν σκότῳ καθήμενος διαγινώσκειν οἷός τε ἐγεγόνει πότερον ἡμέρα ἢ νύκτωρ 4.10 εἴη οὔτε ἄλλῳ τῳ ἐντυχεῖν εἶχεν. ἅνθρωπος γὰρ, ὅσπερ οἱ ἐς ἡμέραν ἑκάστην τὰ σιτία ἐρρίπτει, ὥσπερ τι 4.11 θηρίον θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει. καὶ πᾶσι μὲν τετελευτηκέναι εὐθὺς ἔδοξε, λόγον μέντοι ἢ μνήμην ποιεῖσθαι αὐτοῦ τινα ἐτόλμα οὐδείς. ἐνιαυτοῖν δὲ δυοῖν ὕστερον πρὸς μησὶ τέσσαρσιν οἰκτισαμένη τὸν 4.12 ἄνδρα ἀφῆκε. καὶ ὃς ὥσπερ ἀναβεβιωκὼς ἅπασιν ὤφθη. ξυνέβη τε τῷ ἀνθρώπῳ ἐνθένδε ἀεὶ ἀμβλυώττειν τε καὶ τὸ ἄλλο σῶμα