5
αἰσθητῷ πλούτῳ τὸ ειναι εχουσα· ειρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους Εἰς κληρονομίαν αφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς. εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ σωτὴρ ∆εῦτε ἐκ δεξιῶν μου, ειπεν, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. ταύτης ερωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν θεῷ, ιν' ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι, ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνειν τὴν ἐπιγραφὴν τὴν ̔Υπὲρ τῆς κληρονομούσης. 24 Ps 5,2.3 Τὸ δὲ ̓Ενώτισαι μὴ φερόμενον ἐν τῇ συνηθείᾳ, ἐν τῇ γραφῇ κεῖται συνεχῶς δηλοῦν τὸ εἰς τὰ ωτα δέχεσθαι τὸν ἀκούοντα τοὺς ἀπαγγελλομένους λόγους τοῦ λέγοντος αὐτοὺς διὰ τὸ ἐγγὺς ειναι· σχέσει δ' ἐγγὺς οἱ δίκαιοι θεοῦ οθεν εὐχαῖς δικαίων ἐπακούειν ειρηται ὁ θεὸς καὶ τὰ ωτα εχειν εἰς δέησιν αὐτῶν. Βασιλεὺς δ' αμα καὶ δημιουργὸς ὁ θεὸς τυγχάνει τῶν μὴ διαπετασάντων χεῖρας αὐτῶν πρὸς θεὸν ἀλλότριον μηδὲ βασιλευομένων ὑπὸ τῆς ἁμαρτίας. 25 Ps 5,4 Κατὰ θεωρίαν δέ· ῳ ὁ τῆς δικαιοσύνης ηλιος ἀνέτειλεν ἐν ἀρχῇ νοητῆς ἡμέρας γεγονώς, χαριστήριον αινον προφέρων τῷ αἰτίῳ τοῦ φωτισμοῦ Τὸ πρωΐ, εφη, εἰσακούσῃ τῆς φωνῆς μου· τίνι γὰρ εδει χάριν ὁμολογῆσαι ὑπὲρ τηλικούτου ἀγαθοῦ η σοί, ω δέσποτα, τῷ ἀνατείλαντί μοι φῶς αιτιόν μοι μεγίστης θεωρίας ὑπάρχον; ἀεὶ γοῦν ερως εἰσέρχεται πρὸς ταῖς ὑπαρξάσαις θεωρίαις καὶ ετι θέλειν βλέπειν τὰ κάλλη τῆς ἀληθείας. παρίσταται τοῦτο καὶ ἐκ τοῦ Καὶ ἐπόψομαι. ὡς γὰρ τὸ ἐπέρχομαι ἀκατάπαυστον πρόσοδον δηλοῖ, ουτω τὸ ̓Επόψομαι συνεχῶς προστιθεμένην κατανόησιν ἐμφαίνει· πῶς γὰρ οὐκ ἀεὶ βλέπει ὁ ἐπαγγελίας τυχὼν τῆς Εσται σοι κύριος φῶς αἰώνιον, καὶ Φῶς δικαίοις διὰ παντός; Εστιν δὲ καὶ ἑτέρα γραφὴ εχουσα Παραστήσομαί σοι καὶ ἐπόψει με, οπερ οὐ παντὸς λέγειν ἀλλὰ τῶν κατὰ τὸν μέγαν ̓Ηλίαν διὰ τὴν ἀπὸ τῆς πολιτείας παρρησίαν λέγειν θαρρούντων Ζῇ κύριος ῳ παρέστην ἐνώπιον αὐτοῦ σήμερον. 26 Ps 5,5-7 Τούτου ἀληθοῦς οντος, οὐκ εστιν ἐκ θεοῦ τὸ κακὸν ὡς οιονται οἱ ἐνυπόστατον τὴν κακίαν τιθέμενοι. ̓Εκ στόματος γὰρ ὑψίστου οὐκ ἐξελεύσεται τὸ κακὸν καὶ τὸ ἀγαθόν. μόνον γὰρ τὸ ἀγαθὸν ειναι βούλεται· ου οντος ἀδύνατον εν τινι συστῆναι τὸ κακόν. ̓Απόλλυσιν δὲ Τοὺς λαλοῦντας τὸ ψεῦδος ῃ ψεῦσταί εἰσιν, ιν' ἐπιγνῶσιν τὴν ἀλήθειαν ην καὶ πάλαι ῃδεισαν. τὸ γὰρ ἐπιγνῶναι τοῦτο δηλοῖ· οὐδεὶς γὰρ ἀρχὴν εχων τοῦ γινώσκειν τι ἐπιγινώσκειν αὐτὸ λέγεται. πάντων δὲ τῶν λαλούντων τὸ ψεῦδος ὑπὸ θεοῦ ἀπολλυμένων, ἀπολεῖται κἀκεῖνος περὶ ου ειρηται Οτ' αν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. εἰ δὲ τοῦτο, οὐκ εστιν κατ' οὐσίαν κακός· οὐ γὰρ αμα τῷ γενέσθαι καὶ εἰς ὑπόστασιν ἐλθεῖν ἀλλὰ μετὰ ταῦτα τραπεὶς ἀρχὴν τοῦ λαλεῖν τὸ ψεῦδος εσχεν, ἐσχηκώς ποτε τὸ ἐν ἀληθείᾳ ειναι. δηλοῦται δὲ τοῦτο ἐκ τῶν ουτω περὶ αὐτοῦ γεγραμμένων· ̓Εν τῇ ἀληθείᾳ οὐχ εστηκεν, οτι ἀλήθεια οὐκ εστιν ἐν αὐτῷ· ὁ γὰρ ψεκτὸς ων διὰ τὸ μὴ ἑστάναι φανερός ἐστιν πειραθεὶς τούτων τῶν διαθέσεων. κριτέον δὲ ἐκ προθέσεως ἀλλ' οὐκ ἐκ μόνης φωνῆς τὸν ψευδόμενον, ινα μὴ ωσιν ὑπὸ τὴν ἀπειλὴν οἱ οἰκονομικῶς ποτε τοῦτο πεποιηκότες ὡς ̔Ραάβ· εδοξεν γὰρ ψεύδεσθαι πρὸς τοὺς ἀναζητοῦντας ἐπὶ τῷ ἀποκτεῖναι τοὺς κατασκόπους ἀγαθοὺς ανδρας οντας· ὑπὸ ̓Ιησοῦ γὰρ τοῦ Ναβῆ ἀποσταλέντες ἐπαινετοὶ ησαν. τῆς προθέσεως τῆς ἀνθρώπου πολὺ τὸ σπουδαῖον ἐσούσης, οὐκ ἀκόλουθον ουν ἐστιν τάξαι αὐτὴν ἐν τοῖς ἀπολλυμένοις η ἐν τοῖς τὸ ψεῦδος λαλοῦσιν. ωσπερ δὲ οὐχ ὁ οπως ποτὲ κτείνων ανθρωπον φονεύς ἐστιν, ουτως οὐ καθάπαξ ὁ ἐκχέων αιματα αἱμάτων ἀνήρ ἐστιν· οὐ γὰρ λέγομεν φονέας η αἱμάτων ανδρας τοὺς κατὰ νόμον θεῖον ἀποκτέννοντας τοὺς ἀξίους τὸ παθεῖν τοῦτο, ἐπεὶ ωρα λέγειν Σαμουὴλ καὶ ̓Ηλίαν τοὺς μεγάλους ανδρας μαρτυρηθέντας ἐπὶ ἀγαθότητι καὶ προφητείᾳ θείᾳ ὑποκεῖσθαι τοῖς ἐγκλήμασιν τούτοις, ἀλλ' οὐδεὶς τούτων φονεὺς η αἱμάτων ἀνήρ, εἰ