1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

5

τὸν ἕνα πιστεύων βλέπει ἐν τῷ ἑνὶ τὸν διὰ πάντων αὐτῷ ἡνωμένον ἐν ἀληθείᾳ τε καὶ θεότητι καὶ οὐσίᾳ καὶ ζωῇ καὶ σοφίᾳ καὶ πᾶσιν ἁπαξαπλῶς ἤ, εἰ μὴ βλέπει ἐν τῷ ἑνὶ τὸν ταῦτα 26 ὄντα, εἰς οὐδὲν ἔχει τὴν πίστιν. χωρὶς γὰρ υἱοῦ πατὴρ οὔτε ἔστιν οὔτε λέγεται οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυ νατὸς οὔτε χωρὶς σοφίας ὁ σοφός· Χριστὸς γὰρ θεοῦ δύ ναμις καὶ θεοῦ σοφία· ὥστε ὁ τῆς δυνάμεως ἢ τῆς σοφίας ἢ τῆς ἀληθείας ἢ τῆς ζωῆς ἢ τοῦ ἀληθινοῦ φωτὸς ἐκτὸς βλέπειν φανταζόμενος ἢ οὐδὲν βλέπει ἢ τὸ κακὸν πάντως βλέπει. ἡ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις τοῦ κακοῦ θέσις καὶ ὕπαρξις γίνεται.

27 Οὐκ ἐψευσμένῃ, φησί, φωνῇ τιμῶντες αὐ τόν· ἔστι γὰρ ἀψευδής. ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένειν, μαρτυροῦντα τῇ ἀληθείᾳ ὅτι ἐστὶν 28 ἀψευδής. εἰ γὰρ οὕτω φρονοίη, ὅτι πᾶν τὸ παρὰ τοῦ κυ ρίου λεγόμενον τοῦ ψεύδους κεχώρισται, πεισθήσεται πάν τως ἀληθεύειν τὸν εἰπόντα ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ, οὔτε τοῦ πατρὸς ἐν τῷ υἱῷ περιττεύοντος οὔτε τοῦ υἱοῦ ἐν τῷ πατρὶ λεί ποντος, καὶ ὅτι οὕτω χρὴ τιμᾶσθαι τὸν υἱόν, καθὼς τι μᾶται ὁ πατήρ, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ὅτι Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ὅτι Καὶ τὸν πατέρα οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱός· δι' ὧν ἁπάν των οὔτε δόξης οὔτε οὐσίας οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ πατρὸς καὶ υἱοῦ τοῖς ταύτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις. ὄντως ὄντα, φησί, φύσει τε 29 καὶ δόξῃ θεὸν ἕνα. τὸ ὄντως ὂν ἀντιδιαιρεῖται πρὸς τὸ μὴ ὄντως ὄν. ἔστι δὲ ὄντως ὂν ἕκαστον τῶν ὄντων καθὸ ἔστιν· τὸ δὲ μέχρι φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι μὴ ὂν δέ, τοῦτο οὐκ ὄντως ἔστιν, ὡς τὸ ἐνύπνιον φάσμα ἢ ὁ ἐπὶ τῆς εἰκόνος ἄνθρωπος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει. εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατα σκευάζουσι καθόλου μὴ εἶναι τὸν μονογενῆ θεόν, καλῶς τῷ πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἔστι, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντως ὄντα τοῦ ὄντως εἶναι, ὃς ἑαυτὸν ἐν τῇ γενομένῃ Μωϋσεῖ θεοφανείᾳ ὄντα ὠνόμασεν εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν, καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις τούτῳ συντίθεται, αὐτὸν εἶναι λέγων τὸν τῷ Μωϋσεῖ φανέντα. 30 εἶτα φύσει τε καὶ δόξῃ θεόν φησιν ἕνα. εἰ μὲν οὖν ἐστιν ὁ θεὸς χωρὶς τοῦ εἶναι φύσει θεός, αὐτὸς ἂν εἰδείη ὁ ταῦτα λέγων· εἰ δὲ οὐκ ἔστι θεὸς ὁ μὴ φύσει θεὸς ὤν, μαθέτωσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς θεῷ οὐ δουλεύουσιν, ἡμεῖς δὲ δουλεύομεν θεῷ ζῶντί τε καὶ ἀληθινῷ, καθὼς ὁ ἀπόστολος λέγει, ᾧ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός. τούτῳ γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται λέγων· Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ. ἡμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς ἐπέγνωμεν τὸν φύσει ὄντα θεόν, ᾧ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. ᾧ οὐκ ἂν ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύ σαμεν ὅτι οὗτός ἐστιν ὁ ζῶν τε καὶ ἀληθινὸς θεός, ᾧ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός.

31 Θεόν, φησίν, ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτή τως μόνον. πάλιν Νοήσατε ἄκακοι πανουργίαν, φησὶν ὁ Σολομών, μή ποτε εἰς ἄρνησιν τῆς τοῦ μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε. ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, ὡσαύτως δὲ καὶ ἀΐδιον τὸ μὴ πρόσ καιρον λέγεται. ὃ τοίνυν μήτε ἀΐδιόν ἐστι μήτε ἀτελεύ τητον, τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπικήρῳ θεω ρεῖται φύσει. οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἑνὶ καὶ μόνῳ προσμαρτυρῶν θεῷ, μὴ συμπεριλαμβάνων δὲ τὸν υἱὸν τῇ τοῦ ἀτελευτήτου καὶ ἀϊδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόσκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει τὸν 32 τῷ ἀϊδίῳ καὶ ἀτελευτήτῳ ἀντιδιαστελλόμενον. ἡμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν (ἀθανασία γάρ ἐστιν ἡ ζωή, ἥτις ἐστὶν ὁ κύριος ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή)· κἂν λέγηται φῶς οἰκεῖν ἀπρόσιτον,