5
Θεὸς δι' αὐτοῦ πρὸς τὴν τῶν ἀνθρώπων φθέγγεται φύσιν, περιττὸν εἶναί μοι δοκεῖ καὶ παρέλκον ταῦτα ἀναζητεῖν· μᾶλλον δὲ οὐδὲ οὕτω περιττὸν, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. Ὅταν γὰρ μάθῃς τίς ἦν, καὶ πόθεν, καὶ τίνων, καὶ ποταπὸς, εἶτα ἀκούσῃς αὐτοῦ τῆς φωνῆς καὶ τῆς φιλοσοφίας ἁπάσης· τότε εἴσῃ καλῶς, ὅτι οὐκ ἐκείνου ταῦτα ἦν, ἀλλὰ τῆς θείας δυνάμεως, τῆς κινούσης αὐτοῦ τὴν ψυχήν. Ποίας οὖν ἦν πατρίδος; Πατρίδος μὲν οὐδεμιᾶς, κώμης δὲ εὐτελοῦς καὶ χώρας φαυλοτέρας, καὶ οὐδὲν φερούσης ἀγαθόν. Τὴν γὰρ Γαλιλαίαν διαβάλλουσι μὲν οἱ γραμματεῖς, λέγοντες· Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται προφήτης. ∆ιαβάλλει δὲ καὶ ὁ ἀληθῶς Ἰσραηλίτης, λέγων· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ταύτης ὢν τῆς γῆς, οὐδὲ ἐπισήμου χωρίου τινὸς ἦν. Ἀλλ' οὐδὲ ἐκ προσηγορίας γνωρίμου οὗτος ἐκεῖθεν ἦν, πατρὸς δὲ ἁλιέως πένητος· οὕτω πένητος, ὡς καὶ τοὺς παῖδας ἐπὶ τὴν αὐτὴν ἐργασίαν ἀγαγεῖν. Ἴστε δὲ ἅπαντες, ὅτι οὐδεὶς χειροτέχνης αἱρήσεται τὸν υἱὸν ποιῆσαι τῆς τέχνης τῆς ἑαυτοῦ κληρονόμον, πλὴν εἰ μὴ σφόδρα καταναγκάζοι πενία· καὶ μάλιστα, ὅταν εὐτελὴς ἡ τέχνη ᾖ. Ἁλιέων δὲ οὐδὲν πενέστερον, οὐδὲ εὐτελέστερον, ἀλλ' οὐδὲ ἀμαθέστερόν τι γένοιτ' ἄν· πλὴν ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους εἰσίν. Ὁ δὲ ἀπόστολος ἡμῖν οὗτος κἀνταῦθα τὴν ἐλάσσω τάξιν ἐπεῖχεν· οὐ γὰρ ἀπὸ τῆς θαλάσσης ἐθήρευεν, ἀλλ' ἐν μικρᾷ τινι λίμνῃ διέτριβε, καὶ περὶ ταύτην αὐτὸν στρεφόμενον μετὰ τοῦ πατρὸς καὶ Ἰακώβου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ διεῤῥωγότα ῥάπτοντας δίκτυα (ὃ καὶ αὐτὸ τῆς ἐσχάτης πενίας ἦν), οὕτως ἐκάλεσεν ὁ Χριστός. Παιδείας δὲ ἕνεκεν τῆς ἔξωθεν, ἔστι μὲν καὶ ἐκ τούτων μαθεῖν, ὅτι οὐδ' ὁτιοῦν αὐτῷ μετῆν. Ἄλλως δὲ καὶ ὁ Λουκᾶς μαρτυρεῖ γράφων, ὅτι οὐ μόνον ἰδιώτης, ἀλλὰ καὶ ἀγράμ 59.30.20 ματος ἦν· εἰκότως. Ὁ γὰρ οὕτω πένης, καὶ μήτε εἰς ἀγορὰς ἐμβάλλων, μήτε ἀξιοπίστοις ἐντυγχάνων ἀνδράσιν, ἀλλὰ τῇ ἁλείᾳ προσηλωμένος, εἴποτε δέ τινι καὶ συνεγένετο, καπήλοις ἰχθύων καὶ μαγείροις ὁμιλῶν, τί τῶν θηρίων καὶ ἀλόγων ἔμελλεν ἄμεινον διακεῖσθαι; πῶς δὲ οὐχὶ αὐτῶν μιμεῖσθαι τῶν ἰχθύων τὴν ἀφωνίαν; Οὗτος δὴ οὖν ὁ ἁλιεὺς, ὁ περὶ λίμνας στρεφόμενος καὶ δίκτυα καὶ ἰχθῦς, ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως πένητος, καὶ πένητος πενίαν τὴν ἐσχάτην, ὁ ἰδιώτης ἰδιωτείαν καὶ ταύτην τὴν ἐσχάτην, ὁ γράμματα μήτε πρότερον μαθὼν, μήτε ὕστερον μετὰ τὸ συγγενέσθαι τῷ Χριστῷ, ἴδωμεν τί φθέγγεται, καὶ περὶ τίνων ἡμῖν διαλέγεται. Ἆρα περὶ τῶν ἐν ἀγροῖς; περὶ τῶν ἐν ποταμοῖς; περὶ συμβολαίων ἰχθύων; ταῦτα γὰρ ἴσως παρὰ ἁλιέως ἀκούσεσθαι προσδοκᾷ τις. Ἀλλὰ μὴ δείσητε· τούτων μὲν γὰρ οὐδὲν ἀκουσόμεθα· τὰ δὲ ἐν τοῖς οὐρανοῖς, καὶ ἃ μηδεὶς μηδέπω ἔμαθε πρὸ τούτου. Οὕτω γὰρ ἡμῖν ὑψηλὰ δόγματα, καὶ πολιτείαν ἀρίστην, καὶ φιλοσοφίαν ἥκει κομίζων, ὡς εἰκὸς τὸν ἀπ' αὐτῶν φθεγγόμενον τῶν τοῦ Πνεύματος θησαυρῶν [ὡς ἀπ' αὐτῶν ἄρτι παραγενόμενος τῶν οὐρανῶν· μᾶλλον δὲ οὐδὲ τοὺς ἐκεῖ πάντας εἰκὸς ἦν εἰδέναι, ὅπερ καὶ ἔφθην εἰπών]. Ταῦτα οὖν ἁλιέως, εἰπέ μοι; ῥήτορος δὲ ὅλως; σοφιστοῦ δὲ ἢ φιλοσόφου; παντὸς δὲ τοῦ τὴν ἔξωθεν πεπαιδευμένου σοφίαν; Οὐδαμῶς. Οὐ γὰρ ἀνθρωπίνης ἁπλῶς ψυχῆς περὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης φύσεως τοιαῦτα φιλοσοφεῖν, περὶ τῶν μετ' ἐκείνην δυνάμεων, περὶ ἀθανασίας καὶ ζωῆς ἀπείρου, περὶ φύσεως σωμάτων θνητῶν τε καὶ ἀθανάτων ὕστερον ἐσομένων, περὶ κολάσεως, περὶ τοῦ μέλλοντος δικαστηρίου, περὶ τῶν ἐσομένων εὐθυνῶν, τῶν ἐν ῥήμασι, τῶν ἐν πράξεσι, τῶν ἐν λογισμοῖς καὶ διανοίᾳ· καὶ τί μὲν ἄνθρωπος, εἰδέναι, τί δὲ κόσμος· καὶ τί μὲν ὁ ὄντως ἄνθρωπος, τί δὲ ὁ δοκῶν μὲν εἶναι, οὐκ ὢν δέ· τί κακία, καὶ τί ἀρετή. βʹ. Τούτων γὰρ ἔνια ἐζήτησαν μὲν οἱ περὶ Πλάτωνα καὶ Πυθαγόραν· τῶν γὰρ ἄλλων οὐδὲ ἁπλῶς μνημονευτέον ἡμῖν φιλοσόφων· οὕτω καταγέλαστοι ἐντεῦθεν μεθ' ὑπερβολῆς γεγόνασιν ἅπαντες. Οἱ δὲ τῶν ἄλλων θαυμασθέντες πλέον παρ' αὐτοῖς, καὶ πιστευθέντες εἶναι κορυφαῖοι τῆς ἐπιστήμης ἐκείνης, οὗτοι μάλιστα τῶν ἄλλων εἰσίν· 59.31 οἳ καὶ πολιτείας μὲν