1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

5

ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν φωνὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Τὸν λόγον πάλιν πρὸς τὸν Κύριον ἔτρεψεν. Αὐτοῦ γὰρ τὰ ἔτη, ἃ ἐν σαρκὶ πεποίη κεν, ἐν γενεᾷ γενεῶν, ὡς ἀπηρτισμένην καὶ ὁλόκληρον τὴν πολιτείαν ἔχοντα· ὅθεν καὶ ὁ Παῦλος τοὺς ἐν τελειό τητι παραστῆσαι βουλόμενος, ἔλεγεν· Ἵνα καταντήσω μεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Κατ' ἀρχὰς σὺ Κύ ριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ δια μένεις.

δʹ. ∆ύναται τὸ, Κατ' ἀρχὰς, κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων, πάντων τὴν γῆν στοιχεῖον εἶναι, ὡς πάντα ἐξ αὐτῆς γεγενῆσθαι, οὐδενὸς προτέρου αὐτῆς ὄντος. Φαί νεται γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατά τινας προεπινοουμένας ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. Εἴρηται καὶ τῷ Ἰὼβ ὑπ' αὐτοῦ τοῦ Κυρίου, ὡς θεμελιώσαντος τὴν γῆν· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Θεμελιοῦντος δὲ τοῦ Κυρίου, δι' οὗ τὰ πάντα γεγένηται, τὴν γῆν, καὶ περὶ τοῦ Πατρὸς λέγεται· Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ τὸ εἰρημένον δὲ περὶ Θεοῦ, Κρεμάζων τὴν γῆν ἐπ' οὐδενὸς, ἐμφαίνει τὴν ἐν τῷ μεσωτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλί ξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα μὲν γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιό τητα· σὺ δὲ αὐτὰ ἀλλάξεις καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τὴν μὲν οὖν κτίσιν με ταῤῥυθμίζεις ὡς θέλεις, ὦ ∆έσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέν τοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ' ὅμως ἐν τῷ Υἱῷθεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ, καὶ τὸ ταὐτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται. Μίαν γὰρ ἴσμεν τῆς Τριάδος ἐνέρ γειαν. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Ἀντὶ δὲ τοῦ, Κατευθυνθήσεται, ὁ Σύμμαχος, ∆ιαμε νεῖ, τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπ αλλαγέντες, τὴν Ἱερουσαλὴμ οἰκήσουσι· τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Υἱοὺς δὲ δούλων τοῦ Θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν, ἀλλὰ κατὰ παί δευσιν καὶ μίμησιν ἀληθινῆς πολιτείας· ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο, τὸ κατὰ προφητι 55.641 κὴν ἕξιν ἴσως γεγενῆσθαι παρ' αὐτῶν· σπέρμα δὲ αὐ τῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον. Περὶ δὲ τούτου τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· Μέχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· καὶ, Τῷ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει δὲ, Τοῖς σπέρμασιν, ὡς ἐπὶ πολ 55.642 λῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν ὁ Χριστός. Τοῦτο τὸ σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεοῦ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν· λέγει γάρ· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜ. ΡΒʹ.