1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

5

φυλαττομένη. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ιγʹ. Ὁ δὲ Γάλλος τοῦ Καίσαρος ἀμφιασάμενος ἀλουργίδα, καὶ ἤδη τῶν πρώτων τῆς βασιλείας ἀρξάμενος ἐπιβαίνειν ἀναβαθμῶν, οὐκ ἔμενεν ἐπὶ τῆς αὐτῆς γνώμης καὶ πίστεως ἧς πρὸς τὸν Κωνστάντιον ἐποιήσατο, ἀλλὰ βαρύς τις ἦν καὶ ἀκάθεκτος καὶ τὴν ὀργὴν ἀπαραίτητος· φρονήματος γὰρ ἀκαίρου καὶ βουλῆς ἀνωμάλου δραξάμενος, ὑπερέβη τοὺς ὅρους, καὶ τὰς συνθήκας ἐφαύλισεν ἃς πρὸς τὸν Κωνστάντιον ἐποιήσατο, βασιλικώτερον τῶν πραγμάτων ἁπτόμενος, καὶ μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς ἀλαζονείας διαταττόμενος. Τοὺς γὰρ ἄρχοντας οὓς σὺν αὐτῷ ἐπεπόμφει Κωνστάντιος, τῶν βασιλικῶν τε καὶ πολιτικῶν πραγμάτων ὄντας διαιτητὰς, τόν τε πραιτωρίων ἔπαρχον ∆ομετιανὸν (ὁ γὰρ Θαλάσσιος ἐτεθνήκει), καὶ τὸν ἐπὶ τοῦ κοιαίστωρος Μόντιον, διὰ τὸ μὴ πειθαρχεῖν αὐτοὺς καὶ ὑπουργεῖν ταῖς παραλόγοις αὐτοῦ καὶ ἀκαθέκτοις ὁρμαῖς, σχοίνους τοῖς στρατιώταις τῶν ποδῶν αὐτῶν ἐξάψασθαι παρακελευσάμενος, ἐπὶ τῆς ἀγορᾶς συρῆναι προσέταξεν, καὶ ἀμφοτέρους ἀπέκτεινεν, ἄνδρας ἐν ἀξιώμασι διαπρέψαντας, καὶ παντὸς κέρδους καὶ λήμματος εὑρεθέντας ὑψηλοτέρους· οὓς ὁ τῆς πόλεως περιστείλας ἐπίσκοπος ἔθαψεν, αἰδεσθεὶς τὸ τῆς ἀρετῆς αὐτῶν ἀνυπέρβλητον. ιδʹ. Ὁ δὲ Κωνστάντιος, ἐπειδὴ τάχιστα ἐπύθετο τὸ συμβὰν, μετάπεμπτον ὡς ἑαυτὸν ἐποιεῖτο τὸν Γάλλον. Ὁ δὲ, εἰδὼς μὲν ὡς οὐκ ἐπ' ἀγαθῷ τυγχάνει καλούμενος, ἐννοῶν δὲ πάλιν ὡς, εἰ μὴ βούλοιτο ὑπακούειν, πόλεμον ἀνάγκη ποιεῖν, ὅπλα πρὸς Κωνστάντιον ἐκ τοῦ εὐθέως ἀράμενον, αἱρεῖται μᾶλλον τὰ τῆς εἰρήνης, καὶ τὴν γυναῖκα προαποστείλας ὡς τὸν Κωνστάντιον ἐκμειλίξασθαι, καὶ αὐτὸς ἀπῄει αὐτόμολος ἐπὶ τὸν κίνδυνον. Ἡ μὲν οὖν Κωνσταντίνα προτέρα ἐξώρμησε προεντυχεῖν τῷ ἀδελφῷ, καὶ αἰδέσασθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρὸς προθυμουμένη, τοῦ μή τι εἰς αὐτὸν βουλεύσασθαι ἀνήκεστον· πολλῇ δὲ προθυμίᾳ περὶ τὴν ὁδοιπορίαν χρωμένη, εἰς νόσον τε ἔπεσε μεταξὺ πορευομένη, καὶ Βιθυνίας ἐπιβᾶσα, ἐν σταθμῷ τινι ταύτης Γαλλικάνῳ λεγομένῳ ἀπέθανεν. Ὁ δὲ Γάλλος καὶ τοῦτο παράδοξον αὐτῷ συμβὰν μεγάλην συμφορὰν ποιησάμενος, ὅμως τοῖς πρόσω τῶν δεδογμένων οὐκ ἐξιστάμενος. Ἐπεὶ δὲ εἰς Νωρίκους ἀφίκετο πόλιν αὐτῶν Πυταβιῶνα καλουμένην, ἐνταῦθα δὴ ἀπὸ Μεδιολάνου καταπέμπεται στρατηγὸς Βαρβατίων, ἐκεῖ τοῦ Κωνσταντίου τὸ τηνικαῦτα 96.1265 τυγχάνοντος· ὃς τὸν Γάλλον ἀφαιρεῖται τῆς ἁλουργίδος, καὶ εἰς ἰδιώτην μετασκευάσας, ἐξόριστον αὐτὸν εἴς τινα νῆσον τῆς ∆αλματίας κατέστησε. ιεʹ. Τοῦ δὲ Γάλλου εἰς τὴν νῆσον ἀπηγμένου, οἱ τὸ πᾶν ἐπ' αὐτῷ συστήσαντες, Εὐσέβιος δὲ μάλιστα ἦν ὁ εὐνοῦχος ὁ τὴν τοῦ πραιποσίτου τιμὴν ἔχων, καὶ οἱ σὺν αὐτῷ, πείθουσι Κωνστάντιον ὡς τάχιστα τὸν Γάλλον ποιήσασθαι ἐκ ποδῶν. Ὁ δὲ πεισθεὶς, πέμπει τοὺς ἀποκτενόντας αὐτόν· καὶ ἤδη τούτων ἀφικνουμένων, πάλιν ὁ Κωνστάντιος εἰς ἔλεον μετεκλίθη, καὶ πέμπει διὰ ταχέων ἑτέρων γραμμάτων τὸν Γάλλον τοῦ πάθους ἀνακαλούμενος. Ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα Μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο τὸν Γάλλον ἀνῃρημένον. Ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει. Ὁ δὲ Κωνστάντιος περὶ τοῖς πράγμασι δείσας, μὴ οὐχ οἷός τε ᾖ μόνος ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατὴς, ἄλλως τε καὶ τῶν Γαλατῶν ὀξύτατα δὴ καὶ ὁπότε προθυμηθεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων, διά τε σώματος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετέμελε τότε τὸν Γάλλον ὑπεξελών· καὶ λογισάμενος ὡς τὸ συγγενὲς τοῦ ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι μακρῷ πρὸς κοινωνίαν τῆς βασιλείας, Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος ἐν τῇ Μεδιολάνῳ, Καίσαρα ἀνέδειξεν, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν