1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

20

σωμάτων πα 96.1304 λαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ' εὐσεβείᾳ μαρτυρουμένων, πολλὰ δεδεγμένος· τότε μὲν οὖν τὴν θήκην ἐνταῦθα εἰσεκόμισαν. νϛʹ. Ὁ δὲ Ἰουλιανὸς παρεσκευάζετο πλῆθος ἱερείων τε καὶ ἀναθημάτων, ὡς τῇ ὑστεραίᾳ σὺν αὐτοῖς εἰς τὴν ∆άφνην ἀναβησόμενος, νῦν γε δὴ πάντως ἐλπίζων εἰ μὴ τῶν ἄλλων, ἀλλὰ τοῦ γε Ἀπόλλωνος τεύξεσθαι ἀποκριθησομένου· ἐπὶ τοῦτον γὰρ αὐτῷ πᾶσα τῆς προθυμίας ἡ ἐλπὶς ἦν καὶ ὁ τόνος, ὡς αὐτῷ μᾶλλον ἢ ἑτέρῳ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην, καὶ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ ∆άφνη, νομίζοντι αὐτῷ ἔν τε τῷ οἰκείῳ τόπῳ εἰκότως, ἢ τῶν ἄλλων δαιμόνων ἰσχύειν. Ὁ δὲ Εὐσέβιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεοκόρων τὸ πλῆθος προσδεχόμενοι τὸν βασιλέα, ἐν ἀγῶνι μεγάλῳ ἔστασαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα, πάντα πραγματευόμενοι, ὅπως ἐπειδ' ἂν ἀφίκηται, τύχοι αὐτοῦ φθεγξαμένου· ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. Ἐπειδὴ δὲ πόῤῥω τῶν νυκτῶν ἦν, ἐκ τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν, ἐνέσκηψε τῷ νεῷ καὶ ἅμα πανταχόθεν αὐτὸν δραξάμενον, ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν· πάντων δὲ ὁμοῦ καταφλεγομένων, καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρουμένου, βοὴ μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν, καὶ θόρυβος οὐδενὶ ἐοικὼς, καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμουμένων, οὐδεὶς ἦν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησόμενος. Ἀλλ' οἱ μὲν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰουλιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς ὄχλος ἔστασαν ὑπ' ἐκπλήξεως θεαταὶ τοῦ παραδόξου τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς γενόμενοι· τὸ δὲ πῦρ οὐδενὸς ἦν τῶν ἄλλων ἁπτόμενον, τοσαύτης γε καὶ οὗτος ἀμφιλαφοῦς ὕλης ἐκεῖ πεφυκυίας, ὅτι μὴ μονώτατον ἐμπεσὸν κατέφλεγε σὺν τοῖς ἐνοῦσι τῷ νεῷ, ὡς τὸ μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἦν, καθάπαξ ἀφανισθῆναι· βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομημάτων ἐδάφη, μνημεῖα τοῦ πάθους, ἃ καὶ νῦν ἔτι δείκνυται, σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός. νζʹ. Ὁ δὲ Ἰουλιανὸς τὰ συμβάντα ἀκούσας, ὀργῆς τε πιμπλᾶται, καὶ δεινὸν ποιησάμενος εἰ Χριστιανοὶ τοῖς συμβεβηκόσιν ἐπιτωθάσειν μέλλοιεν, αὐτίκα προστάττει τῆς Μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκκλησίας, καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀποφαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλεισαμένους, τὰ δὲ κειμήλια πάντα δημοσιοῦν· δέδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν, ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας, καὶ ποιεῖν ὅσα βούλονται. Τούτων οὖν παρὰ τοῦ τυράννου καὶ ἀσεβοῦς Ἰουλιανοῦ κελευσθέντων, τί τῶν μεγίστων κακῶν οὐκ ἐτελέσθη; τί δὲ τῶν ἀπηχεστάτων οὐκ ἐλέχθη, τῶν ἀφέτῳ γλώσσῃ λαλούντων τὰ ἄῤῥητα κατὰ τῆς τῶν Χριστιανῶν πίστεως, καὶ βλασφημούντων εἰς τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν ἐν πάσαις ταῖς πόλεσιν; Ἐν μὲν γὰρ Σεβαστῇ 96.1305 τῇ πάλαι μὲν Σαμαρείᾳ, νῦν δὲ παρὰ Ἡρώδου κτισθείσῃ καὶ Σεβαστῇ ἐπικληθείσῃ, τὰ ὀστᾶ τοῦ προφήτου Ἑλισσαίου καὶ τοῦ Βαπτίστου Ἰωάννου ἐκ τῶν θηκῶν ἐξαγαγόντες, καὶ ἀλόγων ἀκαθάρτων ὀστέοις προσμίξαντες κατέκαυσαν, καὶ τὴν κόνιν εἰς τὸν ἀέρα ἐλίκμησαν· τὸν δὲ τοῦ Σωτῆρος ἀνδριάντα ἐν Πανέαδι τῇ πόλει πρὸς τῆς αἱμοῤῥοησάσης γυναικὸς κατασκευασθέντα μεγαλοπρεπῶς, ἣν ὁ Χριστὸς ἰάσατο, καὶ ἱδρυνθέντα ἐν ἐπισήμῳ τῆς πόλεως τόπῳ, ὃν μετὰ χρόνον γνωσθέντα, ἐκ τῆς αὐτόθι φυομένης βοτάνης τοῦ θαύματος, οἱ Χριστιανοὶ ἀράμενοι, ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ ἔστησαν, τοῦτον οἱ Ἕλληνες κατασπάσαντες, κἀκ τῶν ποδῶν σχοίνους ἐξάψαντες, ἔσυραν ἐπὶ τῆς ἀγορᾶς· ἕως οὗ κατὰ μικρὸν ἀποθραυόμενος, ἠφανίσθη, μόνης τῆς κεφαλῆς καταλειφθείσης καὶ ἁρπαγείσης ὑπό τινος ἐν τῷ θορυβεῖσθαι τοὺς Ἕλληνας, λαλούντων αὐτῶν βλάσφημα καὶ ἀπηχέστατα ῥήματα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἃ μή τις ἀνθρώπων ἤκουσε πώποτε.