1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

17

σῆς σοφίας καὶ ἀρετῆς ἰσοστάσια· ἐκ τῶν σῶν δὲ θεῶν καὶ τῶν σοι προσφιλῶν μαθημάτων ποιοῦμαι τὰς ἀποδείξεις, ἵν' ἐκ τῶν σοι γνωρίμων τὸ τῆς ἀληθείας μάθοις μυστήριον, καὶ μή με δόξῃς τοῖς τῶν Ἑλλήνων ἐγκαλλωπίζεσθαι ῥήμασι· μὴ δὲ γὰρ ἔλαιον ἁμαρτωλοῦ τὴν ἐμὴν λιπανάτω κεφαλὴν, ἀλλὰ τῆς σῆς κηδόμενος ψυχικῆς σωτηρίας, κινῶ πάντα λίθον ὥστε πεισθῆναί σε. Ὑπολαμβάνω δὲ ὅτι ὥσπερ ὁ Σατανᾶς τὸν παλαιὸν Ἀδὰμ καὶ πρωτόπλαστον ἀπετύφλωσε διὰ τῆς παρακοῆς καὶ τῆς τοῦ φυτοῦ βρώσεως, οὕτω καὶ σὲ, βασιλεῦ, φθονῶν τῆς σῆς σωτηρίας, τῆς τοῦ Χριστοῦ ἀπεγύμνωσε πίστεως· ὅτι δὲ τὸν ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας θεοὺς ἀποκαλεῖς, αἰσχύνομαι τὸ τῆς ἀμαθίας, μᾶλλον δὲ κακοβουλίας ἐπάγγελμα· οὐχὶ Ἀναξαγόρας ὁ Κλαζομένιος ὁ δηλαδὴ σὸς διδάσκαλος, μύδρον ἔφη τὸν ἥλιον, καὶ τοὺς ἀστέρας κισσηροειδῆ σώματα, καὶ παντελῶς ἄψυχα καὶ ἀναίσθητα; πῶς οὖν αὐτὸς, βασιλέων ἄριστε καὶ φιλοσοφώτατε, τὰ ὑπὸ τῶν σῶν διδασκάλων ἀθετούμενα καὶ διαβαλλόμενα, θεοὺς προσαγορεύεις; οἶδα γὰρ ὅτι τῆς Πλατωνικῆς ὑπάρχεις αἱρέσεως, καὶ Πλάτων μὲν Σωκράτους διήκουσε, Σωκράτης δὲ Ἀρχελάου, Ἀρχέλαος δὲ καὶ Περικλῆς Ἀναξαγόρουδιήκουσαν· πῶς οὖν, ὦ θαυμάσιε, ταῦτα προσαγορεύεις θεοὺς, ὑπὲρ δὲ πάντας ἀσπάζεις τὸν ἥλιον, καὶ ὅρκον αὐτὸν βασίλειον τίθεσαι; ἄνω τε καὶ κάτω κἀν ταῖς ἐπιστολαῖς, κἀν τοῖς λόγοις, κἀν ταῖς προσαγορεύσεσι, πολὺ τὸ Μὰ τὸν ἥλιον; Ἀλλὰ τί δεῖ ταῦτα μακρηγορεῖν; οὐκ ἐξαρνοῦμαι τὸν Χριστόν μου, μὴ γένοιτο! οὐκ ἀσπάζομαι τὴν μυσαρὰν Ἑλλήνων ἀσέβειαν· ἀλλὰ μενῶ ἐν οἷς ἐδιδάχθην, καὶ καρτερῶ ἐπὶ ταῖς πατριαῖς παραδόσεσιν, ἃς οὐδεὶς καταβαλεῖ χρόνος, κἂν εἰ δι' ἄκρων τὸ σοφὸν ἐφεύρηται φρενῶν, ἵν' εἴπω τι κατ' Εὐριπίδην τὸν ὑμέτερον ποιητήν. μηʹ. Πρὸς ταῦτα ὁ Ἰουλιανὸς εἰλιγγιάσας καὶ ἐξαπορηθεὶς, οὐκ εἶχεν ὅ τι καὶ γένηται, τοῦ μάρτυρος θαυμάσας τὸ πολυμαθές τε καὶ εὔστομον καὶ πρὸς πᾶν οὖν ἕτοιμον καὶ εὐαπολόγητον. Καὶ φησὶν πρὸς αὐτὸν ὁ τοῦ Χριστοῦ μάρτυς· Ἄφες, ὦ βασιλεῦ, τὴν νεκρὰν καὶ ἐξῳδηκυῖαν τῶν Ἑλλήνων θρησκείαν· ἤδη γὰρ καὶ πρὸ πολλοῦ σέσηπεν, καὶ πρόσελθε τῷ Χριστῷ· μακρόθυμος γάρ ἐστιν καὶ φιλάνθρωπος καὶ δέχεταί σου τὸ μεταμελές [ξοδ. πλημμελές]. Ἀλλ' οὐκ ἦν ἄρα γνώμης ἐθελοκακούσης ἀντισχεῖν ὁρμαῖς, οὐδὲ ἀνακαλέσασθαι ψυχὴν αὐτομόλῳ διανοίᾳ πρὸς ἀπώλειαν ἐρχομένην καὶ ἐπισπεύδουσαν. Ὁ γὰρ Ἰουλιανὸς πάλαι τὸν Ἑλληνισμὸνκατὰ ψυχὴν ὠδίνων, ἐκ τῶν ἐν Ἰωνίᾳ γενομένων αὐτῷ πρὸς τὸν ἀμφὶ τὸν Μάξιμον φιλόσοφον συνουσιῶν, ἐφ' ὅσον μὲν ὅτε ἀδελφὸς αὐτῷ περιῆν, καὶ 96.1297 μετ' αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν ἐθάῤῥει, διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὗτοι ἐξ ἀνθρώπων ἦσαν, αὐτὸς δὲ τῶν πραγμάτων ἤδη κύριος ἦν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος, πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξεῤῥάγη ταῖς προθυμίαις. μθʹ. Ἀπεκρίνατο τοιγαροῦν πρὸς τὸν μάρτυρα· Ἐπεὶ τοὺς ἐμοὺς ἐξεφαύλισας λόγους, ὦ κακὴ κεφαλὴ, ἐτόλμησας δὲ καὶ πρὸς τὴν τῶν Χριστιανῶν με πίστιν μεταγαγεῖν, ταῦτά σοι ἀντὶ τῶν δωρεῶν ὧν ὑπεσχόμην χαρίζομαι. Κελεύει οὖν ἀπογυμνοῦσθαι τὸν μάρτυρα, καὶ σούβλαις σιδηραῖς πεπυρακτωμέναις τὰς πλευρὰς αὐτοῦ διαπερονᾶσθαι, καὶ τὸν νῶτον αὐτοῦ τριβόλοις ὀξέσι κατακεντᾶσθαι καὶ διαῤῥήγνυσθαι συρόμενον ὕπτιον. Τούτων δὲ μετὰ πολλοῦ τοῦ τάχους προσενεχθέντων τῷ μάρτυρι, ἡ αὐτὴ καρτερία ἦν αὐτῷ καθώσπερ καὶ πρότερον, καὶ ὥσπερ ἀλλοτρίου πάσχοντος σώματος, αὐτὸς θεατὴς, ἀλλ' οὐ πάσχειν τι τῶν δεινῶν κατεφαίνετο· καὶ δὴ ἐπὶ πολλαῖς ταῖς ὥραις τοῦ ἁγίου βασανιζομένου, καὶ μηδεμίαν φωνὴν ἢ στεναγμὸν ἀφιέντος, αὐτὸς τὼ χεῖρε κροτήσας, ὥσπερ ἡττημένος ἀνέστη τοῦ βήματος, καὶ κελεύει τὸν μάρτυρα πάλιν ἐπὶ τὴν εἰρκτὴν ἀπαχθῆναι, καὶ μήτε ἄρτον μήτε ὕδωρ αὐτῷ