1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

2

διαθρυλλούμενόν τε καὶ 96.1256 περιφερόμενον, καὶ ἄνδρα περιφανῆ τε καὶ διαβόητον πάντων αὐτὸν ὁμολογούντων, οὐκ ᾠήθην ταῦτα τῆς λήθης ἐνθάψαι βυθοῖς, ἀλλ' εἰς τὸ φανερὸν ἀγαγεῖν, καὶ ὑμῶν προθῆναι ταῖς ἀκοαῖς ὡς φιλοχρίστοις τε οὖσι καὶ φιλομάρτυσιν· ἵνα μὴ ἐν ὀλίγαις τισὶ συλλαβαῖς τὰ τηλικαῦτα ἐπηλυγάζωνται τοῦ θείου μάρτυρος πλεονεκτήματα· ἅμα τε καὶ ὑμῶν κατευφράναι σπεύδων τᾶς ἀκοὰς, ἔκ τε τῶν τῆς ἱστορίας διηγημάτων, καὶ τῶν ἀρτίως ἀναφανέντων τοῦ μάρτυρος ἀνδραγαθημάτων. δʹ. Πολλοὶ μὲν οὖν τῶν τὰς ἱστορίας γραψάντων τοῦ ἀοιδίμου τούτου ἀνδρὸς ἐμνημόνευσαν, Εὐσέβιός τε ὁ Παμφίλου ὀνομαζόμενος, καὶ Σωκράτης ὁ τῆς Ναυάτου αἱρέσεως, καὶ Φιλοστόργιος ὁ τῆς Εὐνομίου καὶ αὐτὸς ὑπάρχων αἱρέσεως, Θεοδώρητός τε καὶ ἄλλοι πλείονες. Ὧν ὁ μὲν Εὐσέβιος ἐν τοῖς χρόνοις τοῦ μεγάλου Κωνσταντίνου ὤν τε καὶ γνωριζόμενος, καὶ τῶν τότε ἐπισκόπων ὑπάρχων ὁ λογιώτατος, παρεισάγει τὸν μάρτυρα τῆς συγκλήτου βουλῆς ἕνα τυγχάνοντα, καὶ γνώριμον ἐς τὰ βασιλέως ὑπάρχοντα, καὶ τῆς περὶ τὸν Κωνστάντιον τὸν αὐτοῦ υἱὸν ἑταιρίας, εἴτ' οὖν φιλίας, σπουδαστὴν ἀκριβέστατον. Φαίνεται γὰρ ὁ Μακάριος μηδὲ πώποτε τῆς πρὸς τὸν Κωνστάντιον φιλίας ἀποσπασάμενος, τὸ ἔνδοξον αὐτοῦ καὶ μεγαλουργὸν ὑποφαίνων τῆς φύσεως· ὁ δέ γε Φιλοστόργιος, εἰ καὶ διάπυρος ἐραστὴς τῆς Εὐνομίου ὑπάρχει αἱρέσεως, ἀλλ' ὅμως ὑπὲρ πάντας ἐκθειάζει τὸν μάρτυρα, πολλήν τινα τὴν ἔνστασιν καὶ ἀκρίβειαν τῶν αὐτοῦ πράξεων ποιησάμενος, ἐκ τῶν ἄνωθεν χρόνων τὴν τῷ μάρτυρι προσοῦσαν εὐγένειαν ὑποσημηνάμενος, καὶ πρὶν ἢ τῶν τοῦ μαρτυρίου ἀγώνων ἐφάψασθαι. Ἄρξομαι τοίνυν κἀγὼ τῆς κατ' αὐτὸν ἱστορίας, ὡς αἱ παλαιῶν διαγορεύουσιν δέλτοι. εʹ. Τῆς εἰδωλολατρείας ἄρτι καταπαυθείσης, καὶ τῆς τῶν δαιμόνων ἀπάτης κατασβεσθείσης, ἐκ τῆς γενομένης φιλανθρωπίας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τὸν μακάριον καὶ ἀοίδιμον Κωνσταντῖνον, τὸν ὑπέρλαμπρον καὶ εὐσεβῆ βασιλέα, τὸν τοῦ Κώνσταντος υἱὸν καὶ τῆς μακαρίας Ἑλένης, ὅπως τε αὐτὸν ἐκ τῆς ματαίας τῶν εἰδώλων πλάνης ἀνεκαλέσατο, καὶ τῆς τοῦ ζωοποιοῦ σταυροῦ ἐν οὐρανῷ ἐπιδείξεως, πῶς τε τῶν ἐχθρῶν καὶ παρανόμων βασιλέων περιεγένετο διὰ τῆς τοῦ τιμίου σταυροῦ ἐνεργείας τε καὶ δυνάμεως, καὶ πῶς τὸ Χριστιανῶν θεοφιλὲς ὑψώθη κέρας, ὑπὸ τῆς αὐτοῦ προθυμίας καὶ πίστεως, συγκροτούμενόν τε καὶ συναυξανόμενον, ὥστε τὸ τοῦ Χριστοῦ κήρυγμα πᾶσαν πληρῶσαι τὴν οἰκουμένην, καθαιρεθῆναι δὲ πάντας τοὺς βωμοὺς τῶν εἰδώλων καὶ ξόανα καὶ ναοὺς ἅπαντας, ὅποι ποτὲ γῆς ἐτύγχανον, ἀνοικοδομεῖσθαι δὲ τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἃς οἱ μισόχριστοι καὶ δυσσεβεῖς βασιλεῖς κατηνάλωσαν. ϛʹ· Τούτων οὖν γινομένων, οὐκ ἤνεγκεν τὴν τοσαύτην μεταβολὴν ὁ τοῖς καλοῖς βασκαίνων διάβολος, ἀλλ' ἤγειρε ζάλην καὶ τάραχον διὰ τῶν αὐτοῦ οἰκείων ὑπασπιστῶν. Ἄρειος γὰρ ὁ τῆς μανίας ἐπώνυμος, τῆς ἐν Ἀλεξανδρείᾳ Ἐκκλησίας ὑπάρχων πρεσβύτερος, δεινῶς τε ταύτην ἐτάραξε, δόγμα κινήσας παράνομον καὶ πάσης βλασφημίας ἀνάμεστον. Ἔφασκε γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν προαιώνιον, κτίσμα εἶναι, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀλλότριον. ∆ιά τοι ταῦτα ἡ ἐν Νικαίᾳ τῶν ἁγίων τριακοσίων δεκαοκτὼ Πατέρων ἀθροίζεται σύνοδος, καὶ τὸν Ἄρειον καθελοῦσα, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κηρύττει τοῦ Πατρὸς ὁμοούσιον. Ἀλλὰ ταῦτα μὲν αἵ τε τῶν ἔξωθεν ἱστορίαι διαγορεύουσιν, οὐκ ὀλίγοι δὲ τῶν ἡμετέρων διηκρίβωσάν τε καὶ κατετράνωσαν ἐμοὶ δὲ περὶ ταῦτα διατρίβειν ὁ νῦν οὐχ ἁρμόσει καιρὸς, ἄλλης περὶ τούτων δεομένης ἀκριβεστέρας σχολῆς τε καὶ διασκέψεως.