1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

13

κεκόμικεν. Ἐγὼ δέ σοι καὶ τὸν χρησμὸν, κἂν μὴ βούλῃ, ἐπαναγνώσομαι· ἔχει γὰρ οὕτως· Εἴπατε τῷ βασιλεῖ· Χαμαὶ πέσε δαίδαλος αὐλά· Οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην; Οὐ παγὰν λαλέουσαν, ἀπέσβετο καὶ λάλον ὕδωρ. λϛʹ. Ταῦτα ἀκούσας ὁ Ἰουλιανὸς παρὰ τοῦ μάρτυρος, ἔκθαμβος ὅλως ἐγένετο, καὶ τὸν θυμὸν μᾶλλον ἐγείρας ὡσεὶ φλόγα πυρὸς ἀναῤῥιπιζομένης καὶ κάτωθεν ὕλης τινὸς ὑποστρεφούσης αὐτὴν, μέγα τε καὶ διαπρύσιον ἀνεβόησεν· Τίς πόθεν οὗτος ὁ ἀλιτήριος, ὁ τοσαύτην ἡμῖν ἐπὶ τοῦ βήματος καταβομβήσας δημηγορίαν; Ἡ τάξις ἔφη· Ὁ δούξ ἐστιν Ἀλεξανδρείας, ὦ δέσποτα. Καὶ ὁ βασιλεύς· Ἀρτέ 96.1285 μιος, εἶπεν, ὁ ἀλιτήριος ὁ τῷ ἐμῷ ἀδελφῷ θάνατον πικρὸν κερασάμενος; Ναὶ, φησὶ, κράτιστε βασιλέων, αὐτός ἐστι. Καὶ Ἰουλιανός· Χάριν ἐποφείλω τοῖς ἀθανάτοις θεοῖς καὶ τῷ δαφναίῳ Ἀπόλλωνι, ὅτι μοι τὸν ἀλάστορα αὐτόμολον καὶ αὐτεπάγγελτον ἐφανέρωσαν· καί φησιν· Ἀποζωσθήτω τοῦ ἀξιώματος ὁ παμμίαρος, καὶ τὴν ζώνην ἀφαιρεθήτω, δίκην τῶν ἀρτίως αὐτῷ τολμηθέντων· ὑπὲρ δὲ τῆς σφαγῆς τοῦ ἐμοῦ ἀδελφοῦ καὶ τοῦ αἵματος, αὔριον αὐτῷ θεῶν βουλομένων προσοίσω τὴν δίκην· οὐ γὰρ ἑνί γε αὐτὸν ἐξαναλώσω θανάτῳ, ἀλλὰ μυρίοις καὶ ὅσοις οἱ ἀνδροφόνοι ὑπόχρεοι καθεστήκασιν· οὐ γὰρ κοινοῦ γε ἀνδρὸς, ἀλλὰ βασιλέως αἷμα ἐξέχεεν, καὶ ταῦτα μηδὲν πρὸς αὐτοῦ πεπονθὼς ἄδικον. λζʹ. Ταῦτα τοῦ βασιλέως Ἰουλιανοῦ δημηγορήσαντος, ἀνάρπαστος ὑπὸ τῶν δορυφόρων ὁ ἅγιος γίνεται, καὶ τῆς ζώνης μετὰ τοῦ ἀξιώματος ἀφαιρεθεὶς, γυμνὸς ἐπὶ τοῦ βήματος ἵστατο καὶ τῶν δημίων ταῖς χερσὶ παρεδίδοτο· οἱ δὲ, σχοίνους τῶν χειρῶν αὐτοῦ καὶ ποδῶν ἐξαψάμενοι, διατείνουσιν ἐκ τεσσάρων, καὶ τήν τε γαστέρα καὶ τὸν νῶτον τοῦ μάρτυρος τοῖς βουνεύροις ἔτυπτον ἐπὶ τοσοῦτον, ὥστε ἀλλάξαι αὐτὸν ζυγὰς τέσσαρας. Καὶ ἦν ἰδεῖν ξένην τινὰ καὶ οὐκ ἀνθρωπίνην ὑπομονήν· οὐ γὰρ στεναγμὸς, οὐ φωνὴ, οὐ σκυλμὸς, οὐκ ἄλλο τι τῶν ὅσα πάσχουσιν ἄνθρωποι βασάνοις ἐξεταζόμενοι, παρ' αὐτοῦ ἀνεπέμπετο· ἀλλ' ἄτρεπτός τις καὶ ἀναλλοίωτος τῷ προσώπῳ κατεφαίνετο. Ἡ γῆ δὲ τοῦ αἵματος ἐπεπλήρωτο, καὶ ὁ μάρτυς ὡς ἄλλου πάσχοντος ἐγνωρίζετο· ὥστε θαυμάσαι πάντας τοὺς παρεστῶτας, καὶ αὐτὸν τὸν ἀλάστορα Ἰουλιανὸν ἐκπλαγῆναι ἐπὶ τῷ ξένῳ θεάματι. Καὶ κελεύει αὐτὸν ἀνεθέντα ἐπὶ τὴν φυλακὴν ἀπαχθῆναι μετὰ τῶν λοιπῶν ἁγίων, σκεψόμενος πῶς καὶ τίνι τρόπῳ καὶ ποίῳ θανάτῳ τῆς παρούσης ζωῆς ἐξαφανίσει τοὺς μάρτυρας. ληʹ. Οἱ μὲν οὖν τοῦ Χριστοῦ μάρτυρες ἐπὶ τὴν φυλακὴν ἀπαγόμενοι ἔψαλλον· Ἐδοκίμασας, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα; ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· λείπει οὖν τὸ διελθεῖν ἡμᾶς διὰ πυρός τε καὶ ὕδατος, ὅπως εἰς ἀναψυχὴν ἀγάγῃς ἡμᾶς. Καὶ τῆς εὐχῆς πληρωθείσης, ἔλεγε πρὸς ἑαυτὸν ὁ μέγας Ἀρτέμιος· Ἰδοὺ γὰρ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί σου κεχάρακται· λείπει οὖν ἵνα καὶ αὐτὴν τὴν ψυχὴν προσαποδῷς μετὰ τοῦ ἐπιλοίπου σου αἵματος· καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον ἐνθυμούμενος ἔλεγεν· Ἰδοὺ δέδωκα τὸν νῶτόν μου εἰς μάστιγας, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα· ἀλλὰ τί περισσότερον τοῦ ἐμοῦ ∆εσπότου ὑπήνεγκας ὁ ἀνάξιος; Κἀκεῖνος κατεξάνθη ταῖς μάστιξι· κἀκείνου τὸ πρόσωπον ῥαπίσματα κατεδέξατο καὶ κολαφίσματα, καὶ πυγμὰς ὑπέστη δι' ὅλου τοῦ σώματος, ἀκάνθινον ἐφόρεσε στέφανον, 96.1288 καὶ τὰς χεῖρας ὀπίσω δεθεὶς, γυμνὸς ἐπὶ τὸν σταυρὸν προσεπάγη διὰ τὴν ἐμὴν ἁμαρτίαν τε καὶ παράβασιν, ὁ μὴ γνοὺς ἁμαρτίαν, μηδὲ δόλον ἐν στόματι ἐργασάμενος. Πολλὰ τοιγαροῦν τὰ τοῦ ἐμοῦ ∆εσπότου παθήματα· μακρὰν εἰμὶ τῆς ἐκείνου μακροθυμίας καὶ ἀνοχῆς ὁ ταλαίπωρος· χαίρω τοίνυν καὶ ἀγαλλιῶ τοῖς τοῦ ∆εσπότου μου παθήμασι λαμπρυνόμενος. Κουφίζει μου τὸν πόνον ἡ μίμησις τοῦ πάθους·