1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

9

βασιλείοις οἴκοις κατασκηνώσαντι, καὶ οὐδὲ πρὸς ἡμέραν μίαν ἡσυχάσαντι, προσήχθησαν αὐτῷ ὥσπερ ἀπό τινος παραγγέλματος διαβληθέντες, Εὐγένιος καὶ Μακάριος πρεσβύτεροι τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας ὑπάρχοντες· οὓς προκαθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε παραστῆναι ὁ ἀλιτήριος, καί φησι πρὸς αὐτούς· Τίνες ἐστὲ ἄνθρωποι, καὶ ποίου βίου καὶ τύχης τυγχάνοντες, ἐπὶ τοῦ ἡμετέρου προσήχθητε βήματος; Εὐγένιος ἔφη· Χριστιανοί ἐσμεν, καὶ τῆς Χριστοῦ ποίμνης ἀγελάρχαι τυγχάνομεν· τοῦτο βίος ἡμῖν καὶ τύχη καὶ ἐπιτήδευμα. Καὶ ὁ βασιλεύς· Οὗ τοίνυν ἐστὶν ἡ τοῦ Χριστοῦ ποίμνη ἧς ὑμεῖς ἀγελάρχαι τυγχάνετε; Καὶ ὁ Εὐγένιος· Πᾶσα ἡ οἰκουμένη ὅσην ὁ ἥλιος ἐφορᾷ, καὶ ὅσοι ἐπὶ ταύτης εἰσὶν ἄνθρωποι. Καὶ ὁ Ἰουλιανός· Ἡμεῖς δὲ τίνων ἄρχομεν καὶ τίνων σήμερον βασιλεύομεν, ὦ ταλαίπωρον καὶ δυστυχέστατον ἀνθρωπάριον, εἰ ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν ὁ Χριστὸς ποίμνην κέκτηται; Καὶ ὁ μάρτυς· Τῆς αὐτῆς, ὦ βασιλεῦ, καὶ ποίμνης καὶ ἀγέλης ἐπιστατεῖς, ἧσπερ καὶ ἡμεῖς ἀγελάρχαι τυγχάνομεν· δι' αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσιν, καὶ τύραννοι κρατοῦσι γῆς, καὶ αὐτός σοι τὸ βασίλειον σήμερον δέδωκε· κἂν αὐτὸς ἀχάριστος περὶ τὸν εὐεργέτην ἐφάνης, αὔριον δὲ πάλιν ἄλλῳ τινὶ δώσει. Ἐφήμερος γὰρ εἶ, καὶ ἐφημέρων νῦν βασιλεύεις· αὐτὸς δὲ τὴν βασιλείαν αἰώνιον κέκτηται, καὶ πέρας οὐδέπω λαμβάνουσαν. κϛʹ. Καὶ ὁ Παραβάτης· Ἀνόσιε καὶ τῆς τῶν θεῶν εὐμενείας ἀλλότριε, χθιζὸς ὢν ὁ Χριστὸς καὶ ἐφήμερος, κἀκ τῶν τοῦ Καίσαρος Αὐγούστου χρόνων ἀρξάμενος, αἰώνιος βασιλεὺς ὑπὸ σοῦ κεχειροτόνηται σήμερον; Καὶ ὁ μάρτυς· Ναὶ κατὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ἀφράστου καὶ ἀῤῥήτου οἰκονομίας αὐτοῦ μυστήριον, εἶτ' οὖν σαρκώσεως, οὕτως ἔχει, βασιλεῦ, ἐπεὶ κατὰ τὴν θείαν αὐτοῦ καὶ προαιώνιον γέννησιν οὐδεὶς εὑρεθήσεται χρόνος ὁ ταύτης ὑπέρτερος. Καὶ ὁ Παραβάτης νομίσας ἀπαίδευτον εἶναί 96.1276 τινα τὸν τοῦ Χριστοῦ μάρτυρα, καὶ τῆς Ἑλληνικῆς σοφίας ἀμέτοχον, διαχλευάζων ἔφη πρὸς αὐτόν· Οὐκοῦν, ὦ ταλαίπωρε, ὁ Χριστός σου δὶς ἄρα γεγένηται; Καὶ εἰ ἐπὶ τούτῳ κομπάζεις, εἰσὶ καὶ παρ' Ἕλλησιν ἄνδρες σοφώτατοι οὐ μόνον δὶς γεννηθέντες, ἀλλὰ καὶ τρίς· ὅ τε γὰρ Ἑρμῆς ὁ Τρισμέγιστος ἐπικαλούμενος, τρίτον ἦλθεν ἐν κόσμῳ, ἑαυτὸν ἐπιγνοὺς, καθὼς αἱ ἱεραὶ αὐτοῦ καὶ θαυμάσιαι βίβλοι διαγορεύουσι, καὶ διὰ τοῦτο Τρισμέγιστος ὀνομάζεται. Ὁμοίως δὲ καὶ Πυθαγόρας ὁ τούτου μεταγενέστερος, καὶ αὐτὸς τρίτον ἦλθεν ἐν βίῳ· πρότερον μὲν Αἰγύπτιος γεγονὼς ναύκληρος, ἔπειτα δ' Εὔφορβος ὁ ὑφ' Ὁμήρου μνημονευόμενος, ἔσχατον δὲ Πυθαγόρας Μνησάρχου υἱὸς, Σάμιος. κζʹ. Καὶ ὁ μάρτυς καταγελάσας τῶν ληρημάτων, μᾶλλον δὲ κομψευμάτων τοῦ σοφοῦ βασιλέως, καὶ τῆς τῶν ἀσεβῶν Ἑλλήνων μωρολογίας, ὑπονοήσας δὲ τὸν τύραννον τὴν τοῦ Χριστοῦ γέννησιν διὰ τουτωνὶ τῶν ῥημάτων χλευάζειν πειρώμενον, ἔφη πρὸς αὐτὸν μετὰ πολλῆς αὐστηρίας καὶ γενναιότητος Ἔδει τὴν ἀρχὴν μηδὲ ἀποκρίνασθαί σοι, παρανομώτατε, μηδὲ τῆς οἱασοῦν ἀπολογίας καταξιῶσαί σε· ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον, ὅτι τῆς τοῦ Χριστοῦ ποίμνης οἱ πλείονες αὐτῶν τυγχάνουσιν, εἶπον ὅσαπερ εἶπον, καὶ νῦν ἐπ' ὀλίγον ἐρῶ, τῆς αὐτῶν κηδόμενος σωτηρίας· ὅτι τὸν Χριστὸν ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν οἱ προφῆται προκατήγγειλαν, καὶ πολλὰ τῆς παρουσίας αὐτοῦ τὰ μαρτύρια κἀκ τῶν παρ' ὑμῖν χρησμῶν καὶ τῶν Σιβυλλείων γραμμάτων. Καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἡ αἰτία ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τῆς τῶν ἀνθρώπων ἐκπτώσεως γέγονεν· ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς, πᾶσαν νόσον ἀπήλασε, καὶ τὸ παραδοξότερον καὶ ῥήματι νεκροὺς ἤγειρεν ὀδωδότας, καὶ τὸ δὴ πάντων θαυμασιώτερον, ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας παθὼν τὸ διὰ σταυροῦ πάθος, ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν ὑπὸ μάρτυσι πεντακοσίοις, καὶ στρατιωτῶν φρουρούντων αὐτοῦ τὸν τάφον, ἵνα μὴ σχῇ χώραν ὁ τὴν ἀνάστασιν αὐτοῦ συκοφαντῆσαι βουλόμενος·