1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

3

Τὰ δὲ νῦν τὸ φθάσαν αὐτὸν τοῦ βίου τέλος διηγήσομαι. ζʹ. Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ δευτέρου ἐπιβὰς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ' αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως, ἄχρι τῆς Νικομηδείας ὤφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος. Ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸς οἵδε, ∆αλμάτιος, Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιοτεύοντι· ἐκ δὲ τῆς θυγατρὸς Μαξιμιανοῦ, τοῦ Ἑρκουλλίου ἐπονομαζομένου, Θεοδώρας, ἕτεροι γεγόνασιν αὐτῷ παῖδες· ὅ τε προῤῥηθεὶς ∆αλμάτιος, καὶ Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτίμησε. Τούτων ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσης αὐτῷ γαμετῆς γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπικληθέντα, διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι, καὶ πρὸς τὴν Ἑλληνικὴν ἀποκλῖναι θρησκείαν· ὃς καὶ τὸν μέγαν τοῦ Χριστοῦ μάρτυρα καὶ πολύαθλον Ἀρτέμιον ἐν τῷ βασιλεύειν αὐτὸν ἐκόλασε, διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ τὸν ζῆλον τὸν ἔνθεον. Ἀλλὰ ταῦτα μὲν ὕστερον καὶ μετὰ χρόνου γεγόνασιν. ηʹ. Ἐγὼ δὲ τὰ πεπραγμένα τοῖς ἄνω χρόνοις διηγησάμενος, ἐπὶ τὰ συμβάντα τῷ μάρτυρι πάλιν τρέψω τὸν λόγον· πῶς τε ὁ παράνομος καὶ παραβάτης Ἰουλιανὸς καὶ τίνι τρόπῳ ἐπὶ τὸ τῆς βασιλείας ἦλθεν ἀξίωμα· καὶ πῶς ὁ τοῦ Χριστοῦ μάρτυς Ἀρτέμιος εἰς τὸ τῆς Χριστοῦ ὁμολογίας πανίερον ἔδραμε στάδιον. Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου τελευτήσαντος, ἡ τῶν Ῥωμαίων ἀρχὴ εἰς τρεῖς διῃρέθη ἀρχὰς, τῶν υἱῶν αὐτοῦ, Κωνσταντίνου, 96.1260 Κωνσταντίου τε καὶ Κώνσταντος, ταύτας μερισαμένων. Καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω Γαλλίαι καὶ τὰ ἐπέκεινα Ἄλπεων, αἵ τε Βρετανικαὶ νῆσοι, καὶ ἕως τοῦ ἑσπερίου ὠκεανοῦ κλῆρος ἐδόθησαν· τῷ δέ γε Κώνσταντι, ὡς ὑστάτῳ, αἱ κάτω Γαλλίαι, ἤγουν ἡ Ἰταλία καὶ αὐτὴ Ῥώμη. Ὁ δε Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς ἦν ἐπὶ τῶν τῆς ἑῴας τότε πραγμάτων πρὸς τοὺς Πέρσας ἀγωνιζόμενος, τὸ τῆς ἑῴας ἀσπάζεται μέρος· καὶ τότε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταντινούπολιν, καὶ νέαν Ῥώμην, ποιεῖται βασίλειον, καὶ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῆς Προποντίδος ὁπόσα ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον, καὶ τὰς νήσους ἁπάσας, τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ καθίστησιν. θʹ. Ὁ δὲ μέγας Ἀρτέμιος συνῆν τῷ Κωνσταντίῳ ἐν παντὶ καιρῷ τε καὶ πράγματι, ὡς ἅτε φίλος ἄριστος, καὶ τῶν ἐπ' ἀρετῇ καὶ παιδείᾳ λαμπρυνομένων, καὶ τῆς Χριστιανῶν πίστεως διάπυρος ἐραστής. Πατρίδος καὶ γένους αὐτοῦ ἀνάγραπτον μνήμην οὐδεὶς ἡμῖν παραδέδωκεν, πλὴν ὅτι τῶν εὐπατριδῶν καὶ μεγάλων ὑπῆρχεν ὁ τρισμακάριστος. Ἐξ ὧν καὶ τάδε τὰ περὶ αὐτοῦ ἀναγέγραπται, ὅτι τὰ πανάγια λείψανα τῶν τοῦ Χριστοῦ ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ καὶ Τιμοθέου, αὐτός ἐστιν ὁ τὴν ἀνακομιδὴν αὐτῶν ὑπὸ Κωνσταντίου ποιήσασθαι κελευσθεὶς, ὡς προϊὼν ὁ λόγος διδάξει· ἐγὼ δὲ ἅπαντα ταῦτα καθεξῆς διηγήσομαι ἐπὶ τοὺς χρόνους διαβαίνων καὶ ἐκτιθέμενος κατὰ τὴν δεούσαν τῶν πραγμάτων ἀκρίβειαν. Ὡς οὖν εἴρηται, τῶν βασιλέων τριῶν τυγχανόντων, καὶ τῆς αὐτοῦ μοίρας ἑκάστου αὐτῶν βασιλεύοντος, ὁ πρῶτος αὐτῶν Κωνσταντῖνος τῆς οἰκείας μερίδος ἀπαναστὰς καὶ πρὸς τὴν τοῦ ἐσχάτου ἀδελφοῦ κληροδοσίαν ἐπανελθὼν, ἐκείνου πρὸς τὴν Ῥώμην ἀποδημήσαντος, ἐπεχείρει τι τῶν ἀδίκων κατὰ τοῦ ἀδελφοῦ διαπράξασθαι· καὶ αὐτὸν μὴ παρόντα διέβαλλεν, ὡς