1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

19

ἀποφαίνειν, μηδενὸς ὧν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φεισάμενον. Τῷ δ' ἐπειδὴ πάσας ἑαυτοῦ κεκινηκότι τὰς μηχανὰς, καὶ μηδὲν ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ, τὸν ὅμοιον ἐσεσιωπήκει καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθε φθεγγόμενον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλιανοῦ ἐρωτώμενος καὶ καθ' ὅ τι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ' αὐτῷ τῶν νομιζομένων παρ' αὐτοῖς, Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε καὶ τῶν λοιπῶν ἀγαλμάτων αἰτιώτατον εἶναι, αὐτοῦ ἐν τῇ ∆άφνῃ κειμένου, ὡς τῶν θεῶν τὸν νεκρὸν αὐτοῦ βδελλυττομένων, καὶ διὰ τοῦτο τοῖς ἕδεσι σφῶν ἐπιφοιτᾷν οὐκ ἀνεχομένων. Οὐ γὰρ ἠβούλετο τὴν ἀληθεστάτην αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς ἀνεπαίσθητος γεγονὼς, ὅτι δὴ κρείττων δύναμις ἦν, ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδησαμένη· ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑποκρινομένου σαφῶς, καὶ διαῤῥήδην, ὡς λέγεται, εἰρηκότος, μὴ δύνασθαι ἀποκρίνασθαι διὰ Βαβύλαν. νδʹ. Ὁ γὰρ δὴ Βαβύλας οὗτος λέγεται ἐπίσκοπος μὲν γενέσθαι τῆς Ἀντιοχείας, Νουμεριανῷ δὲ τῷ βασιλεῖ εἰσελθεῖν βουλομένῳ ἐν τῇ τῶν Χριστιανῶν ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴν, στὰς πρὸ τῶν θυρῶν διεκώλυσεν εἰσελθεῖν, φάσκων εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον· τὸν δὲ παραυτίκα μὲν ἀποκρουσθῆναι τῆς εἰσόδου, εἴτε δὴ στάσιν τινὰ πρὸς τοῦ ὄχλου ἔσεσθαι ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῶν μεταβουλευθέν· ἐν χαλεπῷ μέν τοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασίλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν ἐπὶ τοῦ βήματος ἀπολογησόμενον ἐκέλευσε, καὶ δὴ παραστάντος αὐτοῦ, πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐνεκάλει, ἔπειτα μέν τοι κελεύει αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν· τὸν δὲ πρὸς τὴν ἔγκλησιν ἀπολογήσασθαι καὶ τὴν πρόκλησιν διακρούσασθαι, τὴν μὲν, φήσαντα ποιμένι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δὲ, μὴ ἀνελέσθαι, τοῦ ὄντως ὄντος ἀποστάντα Θεοῦ, ψευδωνύμοις καὶ ὀλετῆρσι δαίμοσι θύειν. Εἰθ' ὁ μὲν, ὡς ἑώρα μὴ πειθόμενον, προσέταξεν αὐτὸν ἀλύσεσι καὶ πέδαις ἐνδησαμένους, τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας· ὁ δὲ, ἐπειδὴ ἤγετο τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τοῦ ψαλμοῦ τὰς ῥήσεις· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. νεʹ. Φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῇ νέους ὑπ' αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως· καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καί τοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς κελεῦσαι τὸν βασιλέα τῶν κεφαλῶν ἀφαιρεῖν. Οὓς ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον χωρίον, ὁ Βαβύλας ἑαυτῷ προστησάμενος, προτέρους προσῆγε τῷ ξίφει· τοῦ μή τινα τερέσαντα αὐτὸν ἀναδῦναι τὸν θάνατον, καὶ ἀποτεμνομένων ταύτην ἂν εἰπὼν τὴν φωνήν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἔπειτα καὶ αὐτὸς προύτεινε τὸν οἰκεῖον αὐτοῦ αὐχένα τῷ ξίφει· ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ ἀναλεξαμένοις, τὰς ἀλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι, Ἵν' ᾖ μοι ταῦτα, φησὶ, κειμένῳ κόσμος· καὶ οὖν καὶ μετ' αὐτῶν ἔτι τυγχάνει κείμενος, ὡς φασί. Τοῦτον τὸν Βαβύλαν ὁ Ἰουλιανὸς, ἐπειδὴ πρὸς τοῦ Εὐσεβίου ἤκουσε κώλυμα τοῖς ἀγάλμασιν εἶναι τοῦ μὴ χρᾷν, αὐτίκα προσέταξεν, αὐτῇ θήκη, λίθου δ' ἐστὶ μεγάλου πεποιημένη, μετάγειν ἐκ τῆς ∆άφνης οἷς τί τοῦτο διαφέρει πόῤῥω ποῦ αὐτὸν ἀλλαχόσε, ἵνα ᾗ καὶ βούλωνται μεταστησαμένους. Εὐθὺς οὖν ὁ τῆς πόλεως ὄχλος προχυθέντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ, καὶ περιβαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δὲ ὡς οὐχ ὑπ' ἀνθρώπων ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε προθυμίαν ἐφεπομένη· αὐθήμερον γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντήκοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ κατέθεσαν. Ἔστι δὲ ἐν τῇ πόλει οἶκος