1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

15

Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα· εὖ εἰδὼς, ὡς ὁ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος βίος καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος, θεοὺς προσαγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας. μβʹ. Τίς γὰρ τὴν γνώμην ἀμφίβολος, ἥλιον βλέπων ἐν οὐρανῷ διιππεύοντα καὶ σελήνην ἐφ' ἅρματος χρυσαντύγου ταυροπολοῦσαν; ὁ μὲν γὰρ τὴν ἡμέραν φαεινὴν ἀπεργάζεται, καὶ τοὺς ἀνθρώπους ἐπ' ἔργον ἐγείρει· ἡ δὲ τὴν νύκτα λαμπαδουχεῖ, καὶ τοὺς ἀστέρας καταφαιδρύνει, καὶ ταῖς ἀγρύπνοις φωτοβολίαις, ὑπνοῦν τοὺς ἀνθρώπους παρακελεύεται. Ταῦτα θεολογοῦσιν Ἕλληνες καὶ Ῥωμαῖοι, Ἀρτεμιε, καὶ οὐκ ἀδίκως, ἀλλὰ πρεπόντως καὶ μετὰ δικαίου τοῦ κρίματος. Τί γὰρ ἡλίου τηλαυγέστερον; ἢ τί σελήνης αὐγοειδέστερον; ἢ τί τοῦ χοροῦ τῶν ἀστέρων ἡδύτερόν τε καὶ εὐπρεπέστερον; Ταῦτα τοίνυν Ἕλληνες καὶ Ῥωμαῖοι θειάζουσίν τε καὶ σέβουσιν, καὶ πρὸς αὐτὰ τὰς ἑαυτῶν ἐλπίδας ἐναπεκρέμασαν· καὶ τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύουσιν, τὴν δὲ σελήνην Ἄρτεμιν, καὶ τοὺς μεγίστους τῶν ἀστέρων οὓς προσαγορεύουσιν πλανήτας τοὺς τὰς ἑπτὰ ζώνας τὰς οὐρανίους ἐπέχοντας, ὃν μὲν Κρόνον, ὃν δὲ ∆ία, ὃν δὲ Ἑρμῆν, ὃν δὲ Ἄρεα, ὃν δὲ Ἀφροδίτην κατονομάζουσιν. Οὗτοι γὰρ τόν τε κόσμον ἅπαντα διοικοῦσι, καὶ ταῖς αὐτῶν δυνάμεσι πᾶσα ἡ ὑπ' οὐρανὸν διεξάγεται· τούτων τοίνυν εἰκόνας στήσαντες, σέβουσιν ἄνθρωποι καὶ τιμῶσιν· ἅμα δὲ καὶ μύθους τινὰς πρὸς ἡδονὴν ἀναπλάσαντες· οὐχ ὡς θεοὺς δὲ τιμῶσι τὰς εἰκόνας αὐτῶν, ἄπαγε. Τοῦτο γὰρ τὸ ἁπλούστερον καὶ ἀγροικικὸν τῶν ἀνθρώπων διαλαμβάνεται γένος· ἐπεὶ οἱ τὴν φιλοσοφίαν ἀσπαζόμενοι, καὶ τὰ τῶν θεῶν ἀκριβῶς ἐξετάζοντες, οἴδασι τίνι τὴν τιμὴν ἀπονέμουσι, καὶ πρὸς τίνα διαβαίνει ἡ τῶν θείων ἀγαλμάτων προσκύνησις. 96.1292 μγʹ. Παραινῶ τοίνυν τὴν σὴν γενναιότητα μεθ' ἡμῶν τε εἶναι καὶ τὰ ἡμῖν ἀρέσκοντα διαπράττεσθαι, τήν τε θρησκείαν ἑλληνίζειν ὀρθῶς, καὶ τῶν ἀρχαίων ἐθῶν τε καὶ πραγμάτων ἀντέχεσθαι. Ὁ γὰρ Κωνσταντῖνος, ὡς καὶ αὐτὸς ἐπίστασαι, εὐεξαπάτητος ἀνδρῶν ἀμαθής τε καὶ ἀνόητος εὑρεθεὶς, περὶ τὴν θρησκείαν ἐνεωτέρισεν, καὶ τοὺς Ῥωμαίων νόμους ἐξαθετήσας, ἐπὶ τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦ πράξεις δεδιττόμενος, καὶ ὅτι οἱ θεοὶ αὐτὸν ἀπεβουκόλησαν ὡς ἐξάγιστον, καὶ τῆς αὐτῶν θρησκείας ἀνάξιον, αἵματος ὁμογνίου γενόμενον ἔμπλεον· τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινε μηδὲν πράξαντας ἄτοπον, καὶ τὴν γυναῖκα Φαύσταν, καὶ τὸν αὐτοῦ υἱὸν Πρίσκον [Κρίσπον] τὸν χρηστόν τε καὶ ἀγαθὸν ἄνδρα τυγχάνοντα· ταῦτα τοίνυν τὰ ἀνοσιουργήματα μυσαχθέντες οἱ θεοὶ, τοῦτον ἀπεβουκόλησαν, καὶ τῆς ἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας πόῤῥω που καὶ μακρὰν ἀπεπλάνησαν, καὶ σπέρμα τὸ ἐναγὲς αὐτοῦ καὶ παμμίαρον καὶ γένος ὅλον ἐξ ἀνθρώπων ἠφάνισαν. ∆ιὰ τοῦτο, θαυμάσιε, ὁρῶν σου τὸ κατὰ πάντα εὐσταθές τε καὶ βέβαιον, βούλομαί σε τῆς ἡμετέρας μερίδος καὶ ἑταιρίας γενέσθαι φίλον, καὶ σύγκληρον, καὶ κοινωνὸν κατὰ πάντα τῶν τῆς βασιλείας πραγμάτων. ∆εῦρο τοίνυν. Ἀρτέμιε, στῆθι μεθ' ἡμῶν τῶν ἀνθρώπων, καὶ τοῦ Χριστοῦ ἔξαρνος γενόμενος, ἐπὶ τὴν πάτριον καὶ ἀρχαιοτάτην καὶ πολυχρόνιον Ῥωμαίων τε καὶ Ἑλλήνων θρησκείαν μετάβηθι, καὶ τῶν παρὰ θεοῖς δεδωρημένων ἡμῖν ἀγαθῶν συναπόλαυε, τιμῶν μεγίστων τε καὶ ἀξιωμάτων ἐν μετοχῇ γεγονώς. μδʹ. Πρὸς ταῦτα ὁ τοῦ Χριστοῦ μάρτυς μικρὸν ἐπισχὼν καὶ ἐπιλογισάμενος, καὶ ὅλον ἐπισυνάξας τὸν ἑαυτοῦ νοῦν τε καὶ λογισμὸν, ἀπεκρίνατο· Ἐγὼ μὲν, ὦ βασιλεῦ, περὶ τῆς ἐμῆς θρησκείας καὶ πίστεως οὐδεμίαν τινά σοι ἀπολογίαν ποιήσομαι τὸ παρὸν, ἔχων ἐν ἑτοίμῳ [ξοδ. τιμῇ] τὰς ὑπὲρ αὐτῆς ἀποδείξεις. Πρὸς δὲ τὸν τοῦ σοῦ ἀδελφοῦ θάνατον, ἐκεῖνό σοι ἀπολογήσομαι, ὡς οὐ μὴ φανήσομαι τὴν ἐκείνου ψυχὴν ἠδικηκὼς πώποτε, οὐκ ἔργῳ, οὐ λόγῳ, οὔτε τινὶ διανοίας ἐπινοήματι, οὐδ' εἰ μυρία κάμοις περὶ