1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

10

καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ὤφθη τοῖς μαθηταῖς αὐτοῦ ἐφ' ὅλαις τεσσαράκοντα ἡμέραις μετ' αὐτῶν συναναστρεφόμενος, καὶ ὁρώντων αὐτὸν καὶ βλεπόντων ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, ἐξαποστείλας αὐτοῖς τὴν τοῦ ἁγίου Πνεύματος δωρεάν τε καὶ δύναμιν· ὥστε καὶ γλώσσαις ἀλλογενῶν ἀποφθέγγεσθαι, καὶ μὴ ἔχειν χρείαν τοῦ ἑρμηνεύοντος, ἐλάλει γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τὰ πόῤῥω προβλέπειν καὶ προφητεύειν τὰ μέλλοντα. Οἵτινες ἐξελθόντες, ἐκήρυξαν αὐτὸν πανταχοῦ, μηδὲν ἐπιφερόμενοι ἢ μόνην τὴν αὐτοῦ ἀόρατον δύναμιν, οὐκ ἀσπίδα, καὶ δόρυ, καὶ ξίφος κατέχοντες, ἀλλὰ γυμνοὶ, καὶ ἄοπλοι, καὶ πένητες, πάντα τὸν κόσμον ἐζώγρησαν, νεκροὺς ἐγείροντες, λεπροὺς καθαρίζοντες, δαιμόνια ἐκβάλλοντες. Καὶ ταῦτα τίνες; ἁλιεῖς, καὶ ἀγράμματοι, καὶ τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι. κηʹ. Οὓς δὲ αὐτὸς παρεισήγαγες, ἐπικερτομῶν τὴν τοῦ Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολόγους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέ 96.1277 σθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν, ἢ μέρος τί τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς, ἐκ τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου, νεκροὺς ἐξανέστησεν, ἢ λεπροὺς ἐκαθάρισεν, ἢ δαίμονας ἀπήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ' Ἑρμῆς μὲν ὁ μέγιστος ὑφ' ὑμῶν προσαγορευόμενος, Αἰγύπτιος γέγονεν ἄνθρωπος, καὶ τοῖς Αἰγυπτίων νόμοις τραφεὶς γυναῖκά τε γήμας, παῖδας ἐτέκνωσεν, ὧν τὸν πρεσβύτερον, Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς διαλέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ, πρός τε τὸν ἐξ Ἐπιδαύρου Ἀσκλήπιον τὸν προκατάρξαντα καθ' ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ὃς καὶ τὴν ἑαυτοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· Θεὸν νοῆσαι μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισυπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν ἄνθρωποι πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ' ἑαυτοὺς ἐπεσπάσαντο· καὶ περὶ τῆς τοῦ Χριστοῦ ἐλεύσεως, καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν διαγορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ' ἐκ τῆς Ἑβραίων θεολογίας ταύτην ἀπαῤῥυσάμενος. Ἀλλὰ τί μοι τῶν σαπρῶν τε καὶ ὀδωδότων Ἑρμοῦ ῥημάτων τῶν παρ' ὑμῖν τιμωμένων, ἤδη πρὸ πολλοῦ σεσηπότων καὶ ἀπεῤῥυηκότων; Οὐδὲ γὰρ ὅσιον περὶ τῶν ζώντων ἐρωτᾷν τοὺς νεκροὺς, ἔχων ἐκ τῶν θεοσόφων λογίων τοὺς ἀληθεῖς μάρτυρας οἳ, τὴν Χριστοῦ παρουσίαν τε καὶ θεότητα προκατήγγειλαν. κθʹ. Πυθαγόρας δὲ ὁ τῆς Ἰταλικῆς κατάρξας αἱρέσεως, τί μέγα καὶ θαυμαστὸν ἐν τῷ βίῳ τρὶς παραχθεὶς ἀπειργάσατο; ἢ ὅτι ἐν Ὀλυμπίᾳ γενόμενος, ὡς ὑμεῖς φάσκετε, χρυσοῦν τὸν ἑαυτοῦ μηρὸν Ἑλλανοδίκαις ὑπέδειξε; καὶ βοῦν θύεσθαι μέλλοντα μυκησάμενον· Ἀνδρὸς, ἔφη, ψυχὴν ἐμοὶ φιλτάτου κέκτηται, καὶ διὰ τοῦ μυκήματος προσαγορεύει με ὁ ταλαίπωρος; καὶ ἀετὸν ἐν ὕψει πετόμενον, δι' ἐπῳδῆς καταπεσεῖν ἐπὶ γῆς πεποίηκε; Ταῦτα ὁ τρὶς γεννηθεὶς ἐθαυματούργει ἐν Ὀλυμπίᾳ γενόμενος, δοξομανῶν καὶ φαντασιούμενος ὁ τρισάθλιος· ὁ τὴν τετρακτὺν ὅρκον τιθέμενος, καὶ ταύτην φάσκων πηγὴν ἀεννάου φύσεως· ὁ τοὺς κυάμους σεβόμενος, δι' οὓς καὶ ἀπώλετο μετὰ τῶν αὐτοῦ ἑταίρων ὑπὸ τῶν Ταραντίνων συνελαυνόμενος· μὴ βουλόμενος γὰρ τὸν τόπον πατῆσαι ἐν ᾧ οἱ κύαμοι ἐσπαρμένοι ἐτύγχανον, αὐτὸς μετὰ τῶν ἑταίρων καὶ μαθητῶν κατασφάττεται, καὶ τῶν ἐχθρῶν γίνεται παρανάλωμαι Θεανῶ δὲ ἡ τούτου γαμετὴ καὶ μαθήτρια, μὴ θέλουσα τὴν αἰτίαν κατειπεῖν, δι' ἣν τὸν κύαμον οὐκ ἐσθίουσι, τὴν γλῶσσαν ἐκτμηθεῖσα πρότερον, καὶ αὐτὴ προσαπόλλυται. λʹ. Ταῦτα τῶν σῶν φιλοσόφων τὰ προτερήματα τῶν δὶς καὶ τρὶς γεννηθέντων, ὡς αὐτὸς ἐρητόρευσας· κἀκεῖνα τοῦ ἐμοῦ Χριστοῦ ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τοῦ τῶν ἀνθρώπων γένους τὰ τερα 96.1280 τουργήματα. Καὶ Πυθαγόρας μὲν καὶ Ἑρμῆς τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς τὸν ᾅδου πυθμένα κατάγουσι, μετεμψυχώσεις δή τινας καὶ μεταγγισμοὺς