1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

22

καὶ ξένον ἀνθρωπίνῃ ἀκοῇ. ξαʹ. Καὶ ἦν ὁ ἅγιος μέσον τῶν πετρῶν στενοχωρούμενος καὶ ἐκπιεζόμενος, ἐπικαλούμενος τὸν Χριστὸν καὶ λέγων· Ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ· ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. ∆έξαι τοίνυν, Μονογενές, τὸ πνεῦμά μου, ὁ εἰδὼς τὴν στενοχωρίαν μου, καὶ μὴ συγκλείσῃς με εἰς χεῖρας ἐχθρῶν. Ἦσαν γὰρ πάντα τὰ ἐντὸς αὐτοῦ διεῤῥωγότα, καὶ τῶν ὀστῶν ἡ ἁρμονία πᾶσα συντεθλασμένη, καὶ οἱ βολβοὶ τῶν ὀφθαλμῶν ἐκπεπηδηκότες ἐκ τῶν θυρίδων αὐτῶν· ἀλλὰ καὶ οὕτως ἦν ἐγκαρτερῶν ὁ τοῦ Χριστοῦ γενναῖος ἀθλητὴς, ὥσπερ ἄκμων ἀνήλατος, ἢ λίθος ἀτέραμνος, καὶ παντὸς ἀδάμαντος ἰσχυρότερος. Ποιήσαντος οὖν τοῦ ἁγίου ἐν μέσῳ τῶν πετρῶν ἡμερονύκτιον, ἐκέλευσεν ὁ παράνομος Ἰουλιανὸς διαζευχθῆναι τὰς πέτρας, 96.1309 προσδοκῶν αὐτὸν διεῤῥωγότα καὶ συντεθραυσμένον καὶ νεκρὸν εὑρεθήσεσθαι· ἀνεῳχθεισῶν δὲ τῶν πετρῶν, ἐξῆλθεν ὁ ἅγιος περιπατῶν, τοὺς ὀφθαλμοὺς ἔχων ἐκπεπηδηκότας, καὶ τὰς ἰδίας ἕδρας καταλιπόντας, θέαμα φρικτὸν καὶ διήγημα ξένον τῆς ἀνθρωπίνης ὑπάρχων φύσεως, ἄνθρωπος γυμνὸς, κατατεθλασμένων αὐτοῦ τῶν ὀστῶν καὶ τῶν ἁρμονιῶν συντεθραυσμένων, τὴν οἰκονομίαν τῆς ἀνθρωπίνης φύσεως ἐκ τοῦ περιέχοντος σώματος ἐξελθοῦσαν παραδεικνὺς, περιεπάτει καὶ διελέγετο, καὶ πρὸς τὸν τύραννον ἀντεφθέγγετο. ξβʹ. Ὃν ἰδὼν ὁ παμμίαρος Ἰουλιανὸς, ἔκθαμβος ὅλος ἐγένετο, καὶ πρὸς τοὺς παρόντας ἐφθέγξατο· Ὁρᾶτε, ἔφη, θέαμα ξένον καὶ διήγημα τῆς ἀνθρωπίνης ἀλλότριον φύσεως; ἆρ' οὐκ ἐπῳδὸς καὶ γόης πέφυκ' ὅδε; ἆρα μή τι φάντασμα καὶ δαιμόνων ἀπατηλῶν τοῦτο τεκμήριον; Νῦν πείθομαι τὸν Εὐριπίδην σοφὸν εἶναι καὶ πολλῶν πραγμάτων ἐν ἐπιστήμῃ τυγχάνοντα, ἐν Ὀρέστῃ τάδε φιλοσοφήσαντα· Οὐκ ἔστι δεινὸν ὧδ' εἰπεῖν ἔπος, Οὐδὲ πάθος οὐδὲ ξυμφορὰν θεήλατον, Ἧς οὐκ ἂν ἄρετ' ἄχθος ἀνθρώπου φύσις. Μὰ τοὺς ἀθανάτους καὶ ἀηττήτους θεοὺς, οὐκ ἤλπιζον, ἄνδρες, ἔτι τοῦτον τὸν παλαμναῖον καὶ ἀλιτήριον ἐν τοῖς ζῶσι τετάχθαι. Νῦν δὲ καὶ τῶν ἐνδοσθίων αὐτοῦ ἐκραγέντων, καὶ τῆς ἁρμονίας ἁπάσης διαλυθείσης, κινεῖται καὶ φθέγγεται. Ἀλλ' οἱ θεοὶ τοῦτον ἐταμιεύσαντο εἰς πολλῶν ἀνθρώπων σωφρονισμὸν, ἵν' ᾖ μορμολύκιον τοῖς τὸ κράτος αὐτῶν μὴ προσκυνοῦσι τὸ ὑπερκόσμιον. Καί φησι πρὸς τὸν μάρτυρα· Ἰδοὺ, ταλαίπωρε, καὶ ὀφθαλμῶν ἐστερήθης, καὶ τῶν μελῶν ἁπάντων ἠχρείωσαι· ποία οὖν ἔτι λείπεταί σοι ἐλπὶς πρὸς ὃν μάτην ἤλπισας; Ἀλλὰ τὴν εὐμένειαν τῶν θεῶν ἐπικάλεσαι· ἴσως ἴλεοί σοι γενήσονται, καὶ μή σε ταῖς ἐν ᾅδου κολάσεσι παραδώσουσιν. ξγʹ. Ὁ δὲ τοῦ Χριστοῦ μάρτυς κόλασιν ἀκούσας, ἐμειδίασε· καί φησι πρὸς τὸν ἀσυμπαθῆ καὶ ἀμείλικτον τύραννον· Οἱ σοὶ θεοί με ταῖς κολάσεσιν παραδώσουσιν; καὶ πῶς ἐκεῖνοι, παμμίαρε, τὴν ἰδίαν κόλασιν μὴ ἐκφυγόντες, ἄλλοις βοηθῆσαι δυνήσονται; Ἐκείνοις ἡτοίμασται τὸ πῦρ τὸ αἰώνιον, ἐκείνοις ὁ Τάρταρος καὶ οἱ σκώληκες, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ὁ μηδέπω παυόμενος· μεθ' ὧν καὶ αὐτὸς παραδοθήσῃ τῷ αἰωνίῳ καὶ ἀτελευτήτῳ πυρὶ, εἰς αἰῶνα κολασθησόμενος· ὅτι τὸν σταυρὸν τοῦ Θεοῦ κατεπάτησας, καὶ τὸ αἷμα τὸ τίμιον ὃ ὑπὲρ ἡμῶν ἐξέχεεν, κοινὸν ἡγήσω, ἐνυβρίσας τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἡγιάσθης, δαίμοσιν ὀλεθρίοις πειθόμενος. Ἐμοὶ δὲ ὑπὲρ τούτου τοῦ μικροῦ καμάτου καὶ τῆς εὐτελοῦς τιμωρίας ἧς μοι προσήνεγκας, πολλὰ ἀνταποδοθήσεται ἔπαθλα καὶ στέφανοι νικητήριοι, οὓς ἀναδήσομαι εἰς τὸν ἀκήρατον νυμφῶνα μετὰ Χριστοῦ ἀνακλιθησόμενος, καὶ ταινιώσει μου τὴν κεφαλὴν ὁ ∆εσπότης Χριστὸς ὑπὲρ τὸ ἐφήμερον στέφος, ὅπερ σὺ περιδέδεσαι. Ἀλλὰ τί μοι ταῦτα πρὸς σὲ τὸν ἀσεβῆ καὶ ἀλάστορα τύραννον; ἀπόστηθι ἀπ' ἐμοῦ, παρανομώτατε καὶ πάντων