1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

26

ἀνηγόρευσαν. Ὁ δὲ 96.1320 Οὐαλεντινιανὸς τὸν ἴδιον ἀδελφὸν ἀναγορεύει βασιλέα τῇ πρὸ πέντε Καλανδῶν Μαρτίων, μετὰ τριάκοντα καὶ δύο ἡμέρας τῆς αὐτοῦ βασιλείας. Οὐαλεντινιανῷ τοίνυν ἐντυχόντες οἱ ἐπίσκοποι τῆς καθαρᾶς καὶ ὀρθῆς πίστεως, ᾐτήσαντο γενέσθαι σύνοδον. Καὶ ἀπεκρίθη αὐτοῖς, ὅτι Ἐμοὶ μὲν ὁ Θεὸς ἔδωκεν ἄρχειν τῶν τοῦ κόσμου πραγμάτων, ὑμῖν δὲ τῶν Ἐκκλησιῶν· ἐγὼ τοίνυν εἰς τοῦτο τὸ πρᾶγμα οὐδὲν ἔχω· ὅπου οὖν δοκεῖ ὑμῖν, συνελθόντες τὴν σύνοδον ποιήσατε. Ταῦτα οὖν ἔτι ὀρθὸν ἔχων τὸ φρόνημα καὶ μήπω διαφθαρὲν ἔφη· συναχθέντες οὖν οἱ ἐπίσκοποι ἐν Λαμψάκῳ, πόλις δέ ἐστι τοῦ Ἑλλησπόντου, ἀνακεφαλαιοῦνται τὰ τῆς πίστεως ὀρθὰ δόγματα· καὶ παραθέντες τὴν πίστιν Λουκιανοῦ τοῦ μάρτυρος, ἀνεθεμάτισαν μὲν τὸ ἀνόμοιον, ὑπογράψαντες τῇ πίστει τῇ προεκτεθείσῃ ὑπὸ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ, καὶ εἰς πάσας τὰς Ἐκκλησίας διεπέμψαντο· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα.