1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

4

οὐ καλῶς τῶν πραγμάτων διανεμηθέντων, καὶ ὅτι πλεῖστον μέρος τῆς αὐτῷ προσηκούσης ἀρχῆς ἐσφετερίσατο. Οἱ δὲ τῆς χώρας στρατηγοί τε καὶ φύλακες, οὓς ὁ Κώνστας ἐχειροτόνησεν, οὐκ ἔφασαν χωρὶς τῆς ἐκείνου γνώμης τε καὶ βουλῆς δύνασθαί τι μικρὸν ἢ μέγα μετακινεῖν· ἀνόσιον γάρ· ὁ δὲ πρὸς πόλεμον ἀποδύεται, καὶ ὅπλα κινεῖ κατὰ τοῦ μηδὲν ἀδικήσαντος. Πίπτει τοίνυν ὁ Κωνσταντῖνος ἐν τῷ πολέμῳ μαχόμενος, καὶ τῆς μερίδος τῶν ἀλλοτρίων ἐπιθυμῶν, καὶ ἅπερ ἐδόκει βεβαίως κρατεῖν προσαπώλεσεν. ιʹ. Ὁ τοίνυν τούτου λαὸς ἀποκλίνει πρὸς Κώνσταντα, καὶ γίνεται πᾶσα ἡ τῆς Ἑσπέρας ἀρχὴ ὑπ' ἐκείνῳ μηδὲν περὶ ταύτης σπουδάσαντι· τοῦ Θεοῦ ταῦτα δικάσαντος, Μὴ κίνει ὅρια πατέρων σου, μὴδε τοῦ πλησίον καθάπτου τῆς αὔλακος· ὁ γὰρ κατὰ τοῦ πλησίον πονηρευόμενος, αὐτὸς ἑαυτῷ συνάγει τὸν ὄλεθρον, τὴν τοῦ Θεοῦ δίκην ἐφ' ἑαυτὸν ἐπισπώμενος. Βασιλεύει τοίνυν ὁ Κώνστας ἐφ' ὅλης τῆς Ἑσπερίου ἀρχῆς, τὰς δύο κληροδοσίας εἰς ἓν συνάψας, καὶ μίαν ἀρχὴν ἀμφότερα τὰ μέρη στησάμενος. Οὐ πολὺς ἐν μέσῳ καιρὸς, καὶ ὁ Κώνστας εἰς κώμους καὶ μέθας ἐναποκλίνας, καὶ ἀλλοκότους ἐρώτων διαγωγὰς, ῥᾳθύμως τὴν ὅλην ἀρχὴν διεπέττευε, τὸ τῆς βασιλείας μέγεθος ἐξερχόμενος· ἐπιβουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν, Μαγνεντίου, καὶ μετὰ τῆς βασιλείας προσαπόλλυσι καὶ τὸ ζῇν. Τούτου πεσόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ' οὗ τῆς τυραννίδος συναπελάβοντο Νεποτιανὸς καὶ Βρεττανίων. ιαʹ. Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνατολῆς, καὶ πρὸς τὴν Ἑσπέραν γενόμενος, συνάπτει πρὸς ἀμφοτέρους πόλεμον, καὶ κατὰ κράτος νικᾷ, τοῦ Βρεττανίωνος πρὸς αὐτὸν ἀποκλίναντος· ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον μέγιστον τε καὶ δεινῶς ἐκφανὲν ἅπαν, ὡς ὑπεραστράπτειν τῷ πληκτικῷ τῆς αἴγλης τῆς ἡμέρας τὸ φῶς, ἐπὶ τῶν Ἱεροσολύμων ὤφθη περὶ τρίτην ὥραν μάλιστα τῆς ἡμέρας, τῆς ἑορτῆς τῆς λεγομένης Πεντηκοστῆς ἐνεστηκυίας, διῆκον ἀπὸ τοῦ Κρανίου λεγομένου τόπου, ἄχρι καὶ τοῦ Ἐλαιῶνος ὄρους, ὅθεν ὑπῆρχεν ὁ Σωτὴρ τὴν ἀνάληψιν ποιησάμενος. Κρατεῖ τοίνυν τῆς βασιλείας ἁπάσης Κωνστάντιος, τῶν τοῦ μεγάλου Κωνσταντίνου υἱῶν μόνος ὑπολειφθείς. ιβʹ. Ἀτενίσας οὖν πρὸς τὸ τῆς ἀρχῆς μέγεθος, καὶ εἰλιγγιάσας, ὡς ἅτε δὴ ἄνθρωπος ὢν, καὶ μὴ ἔχων τὸν ἐκ τοῦ γένους αὐτῷ συνασπίζοντα· οὔτε γὰρ αὐτῷ παῖς ἐγεγόνει, οὔτε τις τῶν ἀδελφῶν κατελέλειπτο· καὶ δείσας μή τις αὐτῷ πάλιν ἐπανασταίη τύραννος κατὰ τῆς αὐτοῦ βασιλείας ἐξανιστάμενος, σκέπτεται τῶν συγγενῶν τινα λαβεῖν σύγκληρον καὶ τῆς βασιλείας ὑπασπιστήν. Ὃ δὴ καὶ πεποίηκε, Γάλλον τὸν Ἰουλιανοῦ ἀδελφὸν Καίσαρα προστησάμενος· ἀνεψιὸς δὲ πρὸς πατρὸς ὁ Γάλλος ἦν αὐτῷ· Κωνσταντῖνος γὰρ, ὁ Γάλλου καὶ Ἰουλιανοῦ πατὴρ, ἀδελφὸς ἦν Κωνσταντίνου τοῦ μεγάλου. Τοῦτον οὖν ἐν τῷ Σιρμίῳ προχειρισάμενος, γυναῖκά τε αὐτῷ ζεύγνυσι τὴν ἑαυτοῦ ἀδελφὴν Κωνστάντιος, πίστεως καὶ βεβαιότητος χάριν· καὶ ἄρχοντας αὐτῷ δίδωσιν αὐτὸς καταστήσας· οὐ γὰρ ἐκείνῳ γε ἐφεῖτο Καίσαρί γε ὄντι· Θαλάσσιον μὲν ἀποστείλας ἔπαρχον πραιτωρίων· Μόντιον δὲ, ἐπὶ τῶν βασιλικῶν 96.1264 πραγμάτων, οὓς κοιαίστωρας αὐτοῖς ὀνομάζειν φίλον, ἅμα καὶ πατρίκιον αὐτὸν ποιησάμενος. Ὁ δὲ Γάλλος, ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας, εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωῤῥόδησαν, νέον τε αὐτὸν καὶ θερμουργὸν εἰς τὰ ἔργα πυθόμενοι, οὐκέτι ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἐξέλασιν. Καὶ ὁ μὲν ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας ἦν· Κωνστάντιος δὲ ἐν τῇ Ἑσπέρᾳ καθίστη τὰ πράγματα· καὶ τότε δὴ μάλιστα καθαρῶς ἡσύχασεν ἡ Ῥωμαίων ἀρχὴ, πρὸς ἀμφοτέρων