1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

12

τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, φεύγειν τε ἀπὸ τῶν ματαίων εἰδώλων, καὶ ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Οἱ γὰρ θεοί σου, οὓς αὐτὸς προσκυνεῖς, δαιμόνων εἰσὶ πλάσματα, καὶ μύθων εὑρέματα, καὶ διαβολικῆς ἐνεργείας κυοφορήματα· λέγει γὰρ περὶ αὐτῶν ἡ ἡμετέρα Γραφή· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν. Ἀλλὰ καὶ νόμος αὐτοὺς ἕτερος βασιλικὸς ὁ παρὰ Κωνσταντίνου τοῦ σοῦ συγγενοῦς ἐκτεθεὶς, ἐκβάλλει τῆς προσκυνήσεως, καὶ καταλύει αὐτῶν τὰ σεβάσματα· ὃς εἰς Χριστὸν πιστεύσας, τὰ τῶν εἰδώλων τεμένη κατέστρεψε, καὶ τὰς προσαγομένας αὐτοῖς θυσίας διαῤῥήδην ἀπέπαυσε. Τί τοίνυν ἀδικοῦμεν, ὦ βασιλεῦ, ἃ Θεὸς προσέταξε, καὶ βασιλεὺς μέγας νενομοθέτηκε, κρατύνοντες καὶ διαυθεντίζοντες, ἃ δὲ ἡ τῶν παλαιῶν, ὡς ἔφης, ἀνδρῶν ἄνοια ἐκ τῆς τῶν δαιμόνων ἐφεῦρε μηχανουργίας, ἐξαφανίζοντες καὶ διακωλύοντες; λδʹ. Καὶ ὁ Παραβάτης· Ἀλλὰ Κωνσταντῖνος, οἰκτρότατοι, νεωτερίσας διὰ τὰς προσπεσούσας αὐτῷ ἀνοσιουργίας, ἀπέστη τῶν θεῶν, ὑφ' ὑμῶν τῶν Γαλιλαίων ἐξαπατηθεὶς, ἅτε δὴ παιδείας ἀμέτοχος, καὶ μήτε τοῖς Ῥωμαϊκοῖς νόμοις, μήτε τοῖς Ἑλληνικοῖς ἔθεσιν ἐμπεδωθείς· ἐγὼ δὲ, ὦ ἀνόσιε, τῆς Ἑλληνικῆς τε καὶ Ῥωμαϊκῆς παιδείας ἄκρον ἐπειλημμένος, καὶ ταῖς τῶν παλαιῶν ἀνδρῶν θεολογίαις, Ἑρμοῦ τε φημι καὶ Ὀρφέως καὶ Πλάτωνος, ἐξησκημένος, οὐχ ἥκιστα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς Γραφαῖς ἐξωμιληκὼς, καὶ τὴν τούτων τερθρείαν πεπατηκὼς, πάλιν ἐπὶ τὸ πατροπαράδοτον καὶ ἀρχαιότατον καὶ θεοφιλὲς τοὺς ἀνθρώπους ἔθος τε καὶ σέβας μένειν διακελεύομαι, ἢ ταῖς τῶν ἀπαιδεύτων καὶ νεωτεριζόντων ἀνοίαις ἀκολουθεῖν· ἀλλὰ ἀπογυμνούσθω καὶ 96.1284 οὗτος τῆς ἀμπεχόνης, καὶ τῆς τῶν μαστίγων πείρας ἐν μεθέξει γενέσθω· ὡς ἂν ἐκ τούτου σωφρονέστερος γεγονὼς, τοῖς ἡμετέροις νόμοις καὶ μὴ βουλόμενος ὑποκύψειεν. λεʹ. Τούτων τοίνυν ἀπανθρώπως τιμωρουμένων, αἰκισμοῖς τε βαρυτάτοις ἀλγυνομένων, ὁ μακάριος καὶ εὐσεβὴς Ἀρτέμιος, ὡς προδεδήλωται, δοὺξ καὶ Αὐγουστάλιος ὑπὸ Κωνσταντίου τῆς Αἰγύπτου πάσης κατασταθεὶς, καὶ διὰ τὴν ὀρθὴν αὐτοῦ καὶ ἀμίμητον πρᾶξιν ἐπιτροπὴν ἔσχε καὶ τῶν τῆς Συρίας ἐπιμελεῖσθαι πραγμάτων· ὡς ὑπάρχων οὖν καθωσιωμένος τῇ τῶν Ῥωμαίων βασιλείᾳ, καὶ ἀκούσας ὅτι Ἰουλιανὸς βεβασίλευκε, καὶ πρὸς τὸν Περσικὸν κατεπείγεται πόλεμον, γράμματά τε δεξάμενος τὰ παρακελευόμενα μετὰ παντὸς τοῦ στρατεύματος εἰς Ἀντιόχειαν ἥκειν, κατὰ τὸ κελευσθὲν αὐτῷ παρεγένετο ἐν Ἀντιοχείᾳ, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ τιμῆς τε καὶ δορυφορίας, παρειστήκει τῷ βασιλεῖ ἐπὶ τοῦ βήματος, ὅτε τὴν τῶν ἁγίων μαρτύρων ὁ παράνομος ἐποιεῖτο ἐξέτασιν· καὶ φησὶν πρὸς αὐτόν· Ὦ βασιλεῦ, διὰ τί οὕτως ἀπανθρώπως ἄνδρας ἁγίους καὶ τῷ Θεῷ ἀφιερωμένους αἰκίζῃ, καὶ ἀναγκάζεις ἐξάρνους γενέσθαι τῆς ἑαυτῶν πίστεως; γίνωσκε τοίνυν ὅτι καὶ αὐτὸς ἄνθρωπος εἶ ὁμοιοπαθὴς, καὶ τῆς αὐτῆς φύσεως τῶν παθημάτων μετεσχηκώς· καὶ εἰ Θεός σε βασιλέα κατέστησεν, εἰ ἄρα γε ἐκ Θεοῦ τὸ βασίλειον ἔχεις, καὶ μὴ ἀρχέκακος καὶ πονηρὸς διάβολος ὥσπερ τὸν Ἰὼβ ἐξῃτήσατο καὶ ἔλαβεν, οὕτως καὶ σὲ καθ' ἡμῶν ἐξαιτησάμενος εἴληφεν ὁ παμπόνηρος, ἵνα σινιάσῃ τὸν τοῦ Χριστοῦ σῖτον, καὶ ἐπισπείρῃ ζιζάνια· ἀλλ' εἰς μάτην αὐτοῦ τὸ ἐγχείρημα· οὐκέτι γὰρ αὐτῷ ἰσχὺς ὡς καὶ πρότερον. Ἀφ' οὗ γὰρ ἦλθε Χριστὸς καὶ κατεπάγη σταυρὸς καὶ ὑψώθη Χριστὸς ἐν αὐτῷ, πέπτωκεν ἡ τῶν δαιμόνων ὀφρὺς, καὶ καταπεπάτηται ἡ τούτων ἰσχὺς, καὶ καταπεφρόνηται τὰ τούτων τεχνάσματα· μὴ οὖν ἀπατῶ, βασιλεῦ, μηδὲ τοῖς δαίμοσι χαριζόμενος, τὸ τῶν Χριστιανῶν θεοφρούρητον δίωκε γένος· γίνωσκε τοίνυν, ὡς ἡ τοῦ Χριστοῦ ἀνίκητος καὶ ἀήττητος ὑπάρχει ἰσχύς τε καὶ δύναμις· πάντως δὲ καὶ αὐτὸς τοῦτο πεπληροφόρησαι, ἐξ ὧν σοι χρησμῶν Ὀριβάσιος ὁ ἰατρὸς καὶ κοιαίστωρ παρὰ τοῦ ἐν ∆ελφοῖς Ἀπόλλωνος