1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

16

τούτου ἀνερευνῶν· ἡ ἀλήθεια γὰρ ἀμετάβλητος. Ἠπιστάμην γὰρ αὐτὸν Χριστιανόν τε ὄντα, θεοφιλῆ τε καὶ δίκαιον, καὶ περὶ τοὺς τοῦ Χριστοῦ νόμους πρόθυμόν τε καὶ σπουδαῖον ὑπάρχοντα· ἴστω τοίνυν οὐρανός τε καὶ γῆ καὶ πᾶς ὁ τῶν ἁγίων ἀγγέλων χορὸς, καὶ Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ᾧ ἐγὼ λατρεύω ἐν τῷ ἐμῷ πνεύματι, ὡς καθαρὸς ἐγὼ τῆς ἐκείνου σφαγῆς τε καὶ τελευτῆς, καὶ μηδὲν συνεισενεγκὼν εἰς τὸν ἐκείνου φόνον τὸν ἄδικον τοῖς τοῦτον κατεργασαμένοις ἀνοσίοις ἀνδράσιν. Οὐδὲ γὰρ παρὼν ἤμην τότε σὺν Κωνσταντίῳ, ἀλλὰ τὴν Αἴγυπτον εἶχον οἴκησίν τε καὶ δίαιταν μέχρι τοῦ παρόντος ἐνιαυτοῦ· καὶ ταύτην μὲν ἀπολογίαν ποιοῦμαι περὶ τοῦ σοῦ ἀδελφοῦ. μεʹ. Περὶ δὲ τοῦ τὸν Χριστὸν ἐξομώσασθαι καὶ τὸν Ἑλληνικὸν ἀσπάσασθαι βίον, τοῦτό σοι ἀπο 96.1293 κριθήσομαι, τῶν τριῶν παίδων τῶν ἐπὶ Ναβουχοδονόσορ τὴν φωνὴν δανεισάμενος, ὡς Γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύω, καὶ τῇ εἰκόνι τῇ χρυσῇ τοῦ σοῦ φιλτάτου Ἀπόλλωνος οὔ ποτε προσκυνήσω. Ὅτι δὲ τὸν μακάριον Κωνσταντῖνον τὸν πάντων βασιλέων ὑπέρτερον, καὶ τὸ τούτου γένος ἐξεμυκτήρισας, ἐχθρὸν τοῖς σοῖς ἀποκαλέσας θεοῖς, καὶ μανιώδη, καὶ φόνου μεστὸν, τοῦ τε ὁμογνίου ἀνάπλεων αἵματος, ταῦτά σοι ὑπὲρ ἐκείνου ἀπολογήσομαι· ὅτι μᾶλλον ὁ σὸς πατὴρ Κωνστάντιος καὶ οἱ τούτου ἀδελφοὶ προκατῆρξαν τοῦ ἀδικήματος, φάρμακον αὐτῷ δηλητήριον κερασάμενοι, καὶ θάνατον ὀλέθριον προξενήσαντες, μηδὲν πρὸς αὐτοῦ πεπονθότες ἄδικον. Ἐκεῖνος δὲ τὴν γυναῖκα Φαύσταν, καὶ πάνυ δικαίως ἀπέκτεινεν ὡς μιμησαμένην τὴν πάλαι Φαίδραν, καὶ διαβαλοῦσαν τὸν τούτου υἱὸν Πρίσκον [Κρίσπον] ὡς ἐρωτικῶς αὐτῇ διακείμενον καί τι πρὸς βίαν ἐπιχειροῦντα, καθάπερ κἀκείνη τὸν τοῦ Θησέως Ἱππόλυτον· καὶ δὴ κατὰ τοὺς τῆς φύσεως νόμους ὡς πατὴρ τὸν υἱὸν ἠμύνατο. Ὕστερον μέν τοι μαθὼν τὴν ἀλήθειαν, καὶ αὐτὴν προσαπέκτεινε, δίκην ἐπ' αὐτῇ δικάσας πασῶν δικαιοτάτην. Ἀπέκλινε δὲ πρὸς τὸν Χριστὸν, οὐρανόθεν ἐκείνου καλέσαντος, ὅτε τὴν πρὸς Μαξέντιον δριμεῖάν τε καὶ βαρυτάτην διηγωνίσατο μάχην, δείξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέρας, ὑπὲρ τὸν ἥλιον ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμμασιν ἀστροτύπως ῥωμαϊκοῖς διασημήνας αὐτοῦ τὴν τοῦ πολέμου νίκην· ἡμεῖς τε γὰρ αὐτοὶ τὸ σημεῖον ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματα ὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἅπαν τεθέατο, καὶ πολλοὶ τούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρωτῆσαι θελήσειας. μϛʹ. Καὶ τί δὴ ταῦτα λέγω; τὸν Χριστὸν ἄνωθεν οἱ προφῆται προκατήγγειλαν, ὡς καὶ αὐτὸς κρεῖττον ἐπίστασαι· καὶ πολλαὶ τῆς αὐτοῦ παρουσίας αἱ μαρτυρίαι κἀκ τῶν παρ' ὑμῖν σεβομένων θεῶν, καὶ τῶν χρησμῶν αἱ προαγορεύσεις· τά τε Σιβύλλεια γράμματα, καὶ ἡ τοῦ Βιργιλίου τοῦ Ῥωμαίου ποίησις, ἣν ὑμεῖς Βουκολικὴν ὀνομάζετε, καὶ αὐτὸς ὁ παρ' ὑμῖν θαυμαζόμενος Ἀπόλλων ὁ μαντικὸς τοιόνδε τινὰ περὶ Χριστοῦ ἐξεφώνησε λόγον. Ἐρωτηθεὶς γὰρ παρὰ τῶν ἑαυτοῦ προπόλων, ἀποκρίνεται ὧδε· Μὴ ὄφελες πύματόν με καὶ ὕστατον ἐξερέεσθαι, ∆ύσμορ' ἐμῶν προπόλων, περὶ θεσπεσίοιο θεοῖο, Καὶ πνοιῆς τῆς πάντα πέριξ βοτρυηδὸν ἐχούσης, Τείρεα, φῶς, ποταμοὺς καὶ Τάρταρον, ἠέρα καὶ πῦρ, Ἥ με καὶ οὐκ ἐθέλοντα δόμων ἀπὸ τῶνδε διώκει· Ἡ δὲ ἐμοὶ τριπόδων ἔτι λείπετο ἠριγένεια, Αἲ, αἴ, με, τρίποδες, στοναχήσατε, οἴχετ' Ἀπολλὼν, Οἴχετ' ἐπεὶ βροτός με βιάζεται οὐράνιος φῶς· Καὶ ὁ παθὼν Θεός ἐστι, καὶ οὐ θεότης πάθεν αὐτή. 96.1296 μζʹ. Ὑπολαβὼν δὲ ὁ Παραβάτης ἔφη· ∆οκῶ σε, ὦ Ἀρτέμιε, οὐ στρατηγὸν ἐν Αἰγύπτῳ παραγενέσθαι, ἀλλὰ χρησμολόγον τινὰ, μᾶλλον δὲ βωμολόχον ἢ μὴν ἀγύρτην, καὶ γραῶν κωθωνιζομένων λογύδρια καὶ μύθους παλαιοὺς καὶ γεγηρακότας ἐπισυνάγοντα. Καὶ ὁ μάρτυς· Οὐ καλῶς ὑπείληφας, ὦ βασιλεῦ, οὐδὲ τῆς