1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

21

νηʹ. Αὐτὸς δὲ ὁ ἀσεβέστατος καὶ πάντων παρανομώτατος Ἰουλιανὸς ἠγαλλιᾶτο καὶ ἔχαιρεν, καὶ γαυριῶν ἐπὶ τούτοις, ἐκέλευσε καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τῶν Ἰουδαίων ἀνιστᾷν· καὶ τοὺς Χριστιανοὺς τῆς πόλεως ἐκβαλὼν, τοῖς Ἰουδαίοις ἔδωκε κατοικεῖν, ἀποστείλας Ἀλύπιόν τινα τοῦ μετὰ σπουδῆς τὸν ναὸν ἀνοικοδομήσασθαι. Αὐτὸς δὲ προκαθίσας ἐπὶ τοῦ βήματος ἐν τῇ καλουμένῃ Βασιλικῇ, ἐκέλευσε προσαχθῆναι τὸν μάρτυρα· προσαχθέντος δὲ τοῦ ἁγίου, ἔφη πρὸς αὐτὸν, Πάντως ἤκουσας καὶ αὐτὸς, ἀσεβέστατε Ἀρτέμιε, τὸ τόλμημα τῶν ἀσεβῶν κατὰ σὲ Χριστιανῶν, ὅπερ ἐποίησαν ἐν ∆άφνῃ ἐν τῷ ναῷ τοῦ σωτῆρος Ἀπόλλωνος, καὶ ὡς ἐνέπρησαν αὐτοῦ τὸν ναὸν σὺν τοῖς ἀναθήμασιν, καὶ τὸ πάντιμον καὶ θαυμαστὸν ἄγαλμα ἐξηφάνισαν· ἀλλ' οὐ χαρήσονται ἐπιτωθάζοντες καὶ χλευάζοντες τὰ ἡμέτερα· ἐγὼ γὰρ ἀποτίσω τὴν ὑπὲρ τούτου ποινὴν ἑβδομηκοντάκις ἑπτὰ, καθώς φασι τὰ ὑμέτερα λόγια. νθʹ. Καὶ ὁ μάρτυς· Ἤκουσα ὡς θεήλατος ὀργὴ καὶ πῦρ οὐρανόθεν κατελθὼν κατέφαγε τὸν θεόν σου, καὶ αὐτοῦ τὸν ναὸν ἐνέπρησεν πάντα καὶ κατηδάφισεν· εἰ οὖν θεὸς ἦν, τί μὴ ἑαυτὸν ἐκ τοῦ πυρὸς ἐῤῥύσατο; Καὶ ὁ παραβάτης· Τάχα καὶ αὐτὸς ἔοικάς μοι, ἀνοσιώτατε, κερτομεῖν ἐπὶ τοῖσδε καὶ κατακακχάζειν, ὡς ἅτε παρὰ τοῦ Θεοῦ σου ἐκδίκησιν τινα προσδεξάμενος. Καὶ ὁ μάρτυς· Ἐγὼ πάντοτε, δυσσεβέστατε, ἐπὶ τῇ τῶν δαιμόνων πτώσει τῶν παρὰ σοῦ τιμωμένων κομπάζω καὶ χαίρω καὶ ἀγαλλιῶ· καὶ ἐπὶ πᾶσιν οἷς ὁ Χριστός μου τερατουργεῖ, τερπόμενος γέγηθα· ἐκδίκησιν δὲ τῶν εἰς ἐμὲ πραττομένων παρὰ σοῦ, ἐκεῖ δέξομαι ὅποτ' ἂν τὸ πῦρ ἐκεῖνο τὸ ἀκοίμητόν σε καταλήψεται καὶ ἡ διαιωνίζουσα κόλασις· κἀνταῦθα δὲ οὐ πολὺς παρελεύσεται χρόνος, καὶ τὸ μνημόσυνόν σου μετ' ἤχου ἀφανισθήσεται. Καὶ ὁ παραβάτης· Εἰ οὖν ἀγαλλιᾷς ἐπὶ τού 96.1308 τοις καὶ ἐπευφραίνεις, ἀνοσιώτατε, προσθήκην ἐγώ σοι ποιήσομαι τοῦ ποθουμένου ἀγαλλιάματος. Ἀλλὰ, δυσμενέστατε, φείδομαί σου δι' οἰκείαν χρηστότητα, καὶ βούλομαί σε τῆς ἀνοίας παυσάμενον, σώφρονι λογισμῷ χρήσασθαι, καὶ προσελθεῖν θύσοντα τοῖς ἀθανάτοις θεοῖς· καὶ ἀξιώματι γὰρ μεγίστῳ κεκόσμησαι, καὶ πλοῦτος ἱκανὸς ἄνωθέν σοι καὶ ἐκ προγόνων σεσώρευται, καὶ πολλά σοι τὰ τῆς ἀρετῆς πλεονεκτήματα οἱ θεοὶ παρεσκεύασαν, κἂν αὐτὸς ἀχάριστος ὤφθης περὶ αὐτούς. ξʹ. Καὶ ὁ μάρτυς· Τί μαίνῃ, παρανομώτατε, καὶ ἀσχολῇ ἐπὶ τοῖς ὀλεθρίοις ῥήμασιν; Ἔασας τὰς βαρβαρικὰς ἐπαναστάσεις, καὶ τὸν Περσικὸν ἀνεβάλου πόλεμον, δι' ὃν τὴν οἰκουμένην πᾶσαν ἐσάλευσας, καὶ εἰς ἐμὲ τὸν τοῦ Θεοῦ δοῦλον ἀσχολῇ; ∆ίδου ἀπόφασιν κατ' ἐμοῦ οἵαν ἐθέλεις· ἐγὼ γὰρ τοῖς θεοῖς σου οὐ λατρεύω, οὔτε τοῖς σοῖς προστάγμασιν ὑποκύπτω, ἀλλὰ τῷ Θεῷ μου καθ' ἑκάστην προσφέρω θυσίαν αἰνέσεως καὶ ἐξομολογήσεως· ποίει οὖν ὃ θέλεις, παρανομώτατε. Ταῦτα ὁ παραβάτης ἀκούσας καὶ πλήρης θυμοῦ γενόμενος, λατόμους καὶ λιθοξόους ἐκέλευσεν εἰσελθεῖν, καί φησι πρὸς αὐτούς· Ὁρᾶτε τὴν ἀπότομον πέτραν τὴν ἀπέναντι τοῦ θεάτρου πρὸς τὸ κάταντες τῆς πόλεως ῥέπουσαν; Ταύτην οὖν διχάσαντες, καὶ τὸ ἕτερον μέρος αὐτῆς ἀνωφερέστερον στήσαντες, τουτονὶ τὸν ἀλιτήριον ἐμβιβάσατε μέσον· καὶ τοὺς δεσμοὺς τῆς πέτρας ἐναποῤῥήξαντες, ἄφετε μετὰ ῥύμης καὶ βάρους ἐναπελθεῖν πρὸς τὸ μέρος ὅθεν δεδίχασται· καὶ τούτου μέσον εὑρισκομένου ἅπας κατὰ μικρὸν συνθλασθήσεται, καὶ τὰ ἐντὸς αὐτοῦ πάντα διαῤῥαγήσονται· ἵν' εἴδῃ τίνι ἀνθίσταται, καὶ τίνι πρὸς μάχην ἐξώπλισται, καὶ τί παρὰ τοῦ Θεοῦ αὐτοῦ ὠφεληθήσεται, εἰ ἄρα δυνήσεται αὐτὸν ἐξελέσθαι ἐκ τῶν χειρῶν μου. Τοῦ ἔργου δὲ θᾶττον λόγου περαιωθέντος ἀφῆκαν οἱ λαξευταὶ τὴν πέτραν ὡς ὁ τύραννος ἔφησεν· ἡ δὲ σὺν βάρει πολλῷ ἐπὶ τοῦ πρηνοῦς ἐνεχθεῖσα, ὅλον ἐκάλυψε τὸ σῶμα τοῦ μάρτυρος, καὶ τοσοῦτον αὐτὸν ἐξεπίεσεν, ὥστε τῶν ὀστέων αὐτῶν κατατεθραυσμένων ἦχόν τινα κροτηθῆναι φοβερόν τε καὶ βίαιον