6
ἕνεκεν καὶ νόμων συνθέντες τινὰ ἔγραψαν· ὅμως δὲ ἐν ἅπασι παίδων αἰσχρότερον κατεγελάσθησαν. Τάς τε γὰρ γυναῖκας κοινὰς ἅπασι ποιοῦντες, καὶ τὸν βίον αὐτὸν ἀνατρέποντες, καὶ τὸ σεμνὸν διαφθείροντες τοῦ γάμου, καὶ ἕτερα τοιαῦτα καταγέλαστα νομοθετοῦντες, οὕτω πάντα τὸν βίον αὐτῶν ἀνάλωσαν. ∆ογμάτων δὲ ἕνεκεν τῶν περὶ ψυχῆς, οὐδὲ ὑπερβολήν τινα κατέλιπον αἰσχύνης λοιπὸν, μυίας, καὶ κώνωπας, καὶ θάμνους τὰς τῶν ἀνθρώπων λέγοντες γίνεσθαι ψυχὰς, καὶ τὸν Θεὸν αὐτὸν ψυχὴν εἶναι φάσκοντες, καὶ ἕτερα ἄττα τινὰ τοιαῦτα ἀσχημονοῦντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ κατηγορίας ἄξιον· ἀλλὰ καὶ ὁ πολὺς αὐτῶν τῶν λόγων εὔριπος. Καθάπερ γὰρ ἐν εὐρίπῳ τῇδε κἀκεῖσε περιφερόμενοι, οὕτως οὐδέποτε ἐπὶ τῶν αὐτῶν ἑστήκεσαν, ἅτε ἀπὸ τῶν ἀδήλων καὶ ἐπισφαλῶν λογισμῶν πάντα φθεγγόμενοι. Ἀλλ' οὐχ ὁ ἁλιεὺς οὗτος οὕτως· ἀλλ' ἅπαντα μετὰ ἀσφαλείας φθέγγεται, καὶ ὥσπερ ἐπὶ πέτρας ἑστηκὼς, οὐδαμοῦ περιτρέπεται. Ἐν αὐτοῖς γὰρ τοῖς ἀδύτοις γενέσθαι καταξιωθεὶς, καὶ τὸν πάντων ∆εσπότην ἐν ἑαυτῷ λαλοῦντα ἔχων, οὐδὲν ἀνθρώπινον ἔπασχεν· ἐκεῖνοι δὲ ὥσπερ οἱ τῶν μὲν βασιλείων οὐδὲ ὄναρ ἐπιβῆναι καταξιωθέντες, ἔξω δὲ ἐπ' ἀγορᾶς μετὰ τῶν ἄλλων διατρίβοντες ἀνθρώπων, καὶ ἀπὸ τῆς ἰδίας διανοίας καταστοχαζόμενοι τῶν ἀοράτων, τὴν πολλὴν ἐπλανήθησαν πλάνην, περὶ τῶν ἀῤῥήτων διαλεχθῆναι θελήσαντες, καὶ καθάπερ τυφλοὶ καὶ μεθύοντες, καὶ ἐν αὐτῇ τῇ πλάνῃ ἀλλήλοις προσέῤῥηξαν· οὐκ ἀλλήλοις δὲ μόνον, ἀλλὰ καὶ ἑαυτοῖς, πολλαχοῦ καὶ περὶ τῶν αὐτῶν ἀεὶ μετατιθέμενοι. Ὁ δὲ ἀγράμματος οὗτος, ὁ ἰδιώτης, ὁ ἀπὸ Βηθσαϊδὰ, ὁ Ζεβεδαίου παῖς· κἂν μυριάκις καταγελῶσιν Ἕλληνες τῆς τῶν ὀνομάτων ἀγροικίας, οὐδὲν ἧττον μετὰ πλείονος αὐτὰ τῆς παῤῥησίας ἐρῶ· ὅσῳ γὰρ ἂν τὸ ἔθνος αὐτοῖς βάρβαρον φαίνηται καὶ τῆς Ἑλληνικῆς ἀπέχον παιδεύσεως, τοσούτῳ λαμπρότερα τὰ ἡμέτερα φανεῖται. Ὅταν γὰρ ὁ βάρβαρος καὶ ἀμαθὴς τοιαῦτα φθέγγηται, ἃ μηδεὶς τῶν ἐπὶ γῆς ἀνθρώπων συνεῖδέ ποτε, καὶ μὴ φθέγγηται μόνον, ἀλλὰ καὶ πείθῃ· καίτοι εἰ καὶ τοῦτο μόνον ἦν, μέγα τὸ θαῦμα ἦν· νῦν δὲ πρὸς τούτῳ καὶ ἕτερον τούτου μεῖζον παρέχῃ τεκμήριον, τοῦ θεόπνευστα εἶναι τὰ λεγόμενα, τὸ τοὺς ἀκούοντας πείθειν ἅπαντας διὰ τοῦ χρόνου παντὸς, τίς οὐ θαυμάσεται τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν; Καὶ γὰρ καὶ τοῦτο μέγιστον, ὅπερ ἔφην, τεκμήριον τοῦ μηδὲν οἴκοθεν αὐτὸν νομοθετεῖν. Οὗτος δὴ οὖν ὁ βάρβαρος, τῇ μὲν τοῦ εὐαγγελίου γραφῇ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, τῷ δὲ σώματι μέσην κατέσχε τὴν Ἀσίαν, ἔνθα τὸ παλαιὸν ἐφιλοσόφουν οἱ τῆς Ἑλληνικῆς συμμορίας ἅπαντες, κἀκεῖθεν τοῖς δαίμοσίν ἐστι φοβερὸς, ἐν μέσῳ τῶν ἐχθρῶν διαλάμπων, καὶ τὸν ζόφον αὐτῶν σβεννὺς, καὶ τὴν ἀκρόπολιν τῶν δαιμόνων καταλύων· τῇ δὲ ψυχῇ πρὸς τὸν χῶρον ἀνεχώρησεν ἐκεῖνον, τὸν ἁρμόττοντα τῷ τὰ τοιαῦτα ἐργασαμένῳ. Καὶ τὰ μὲν Ἑλλήνων ἔσβεσται ἅπαντα καὶ ἠφάνισται, τὰ δὲ τούτου καθ' ἑκάστην λαμπρότερα γίνεται. Ἐξ ὅτου γὰρ καὶ οὗτος καὶ οἱ λοιποὶ ἁλιεῖς, ἐξ ἐκείνου τὰ μὲν Πυθαγόρου σεσίγηται καὶ τὰ Πλάτωνος, δοκοῦντα πρότερον κρατεῖν, καὶ οὐδὲ ἐξ ὀνόματος αὐτοὺς ἴσασιν οἱ πολλοί· καίτοι Πλάτων καὶ τυράννοις συνεγένετο μετακληθεὶς, ὥς φασι, καὶ πολλοὺς 59.32 ἔσχεν ἑταίρους, καὶ εἰς Σικελίαν ἔπλευσε· Πυθαγόρας δὲ τὴν μεγίστην Ἑλλάδα καταλαβὼν, καὶ γοητείας κινήσας εἴδη μυρία. Τὸ γὰρ βουσὶ διαλέγεσθαι (καὶ γὰρ καὶ τοῦτό φασιν αὐτὸν πεποιηκέναι) οὐδὲν ἕτερον ἢ γοητείας ἦν. Καὶ δῆλον μάλιστα ἐκεῖθεν· Ὁ γὰρ τοῖς ἀλόγοις οὕτω διαλεγόμενος, τὸ τῶν ἀνθρώπων οὐδὲν ὠφέλησε γένος, ἀλλὰ καὶ τὰ μέγιστα ἔβλαψε. Καίτοι γε ἐπιτηδειοτέρα πρὸς φιλοσοφίας λόγον ἡ φύσις ἡ τῶν ἀνθρώπων ἦν· ἀλλ' ὅμως ἐκεῖνος ἀετοῖς μὲν καὶ βουσὶ διελέγετο, καθάπερ φασὶ, γοητεύων. Οὐδὲ γὰρ τὴν ἄλογον λογικὴν ἐποίησε φύσιν (οὐδὲ γὰρ δυνατὸν ἀνθρώπῳ τοῦτο), ἀλλὰ μαγγανείαις τοὺς ἀνοήτους ἠπάτα· καὶ ἀνθρώπους ἀφεὶς διδάξαι τι τῶν χρησίμων, ἐπαίδευσεν ὅτι ἴσον ἦν κυάμους φαγεῖν καὶ τὰς τῶν γεννησαμένων κεφαλάς· καὶ τοὺς συνόντας ἔπειθεν, ὅτι δὴ ἡ τοῦ διδασκάλου ψυχὴ,