1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

6

∆οκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ προτε ταγμένῳ καὶ κατ' αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχη κότες ὧν ᾔτησαν, ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ταύτην ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιω θεῖσιν ἐλευθερίας. ∆ηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὕτη μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα.

αʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Μέση οὖσα ἡ ψυχὴ, τὸ μὲν σῶμα πρὸς ἡδονὰς κατασπᾷ, τὸ δὲ πνεῦμα πρὸς Θεὸν ἀνέλκει, προστάττον αὐτὸν εὐλογεῖν, τουτ έστι θεολογεῖν καὶ δοξάζειν διαπαντός. Τῶν δὲ τριῶν καὶ Παῦλος ἐμνήσθη λέγων· Ὁ δὲ Θεὸς καταρτίσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη. Τοῦτο δὲ λέγεται τὸ πνεῦμα τὸ ἀνθρώπου τὸ ἐν αὐτῷ, περὶ οὗ πάλιν φησί· Προσεύξο μαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Μέ μνηται δὲ καὶ Μωϋσῆς σώματος μὲν ἐν τῷ, Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· ψυχῆς δὲ ἐν τῷ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· τοῦ δὲ πνεύματος, λέγων· Καὶ ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Πάσας δὲ τῆς ψυχῆς τὰς δυνάμεις παρακαλεῖ τὸ πνεῦμα τὸν Θεὸν εὐλογεῖν, οἷον τὴν νοερὰν, τὴν λογικὴν, τὴν θυμι κὴν, τὴν ἐπιθυμητικὴν, τὴν δοξαστικὴν, τὴν φαντασια στικὴν, τὴν αἰσθητικὴν, ἃς δὴ πάσας εἶπεν, Ἐντός· ὅπερ ἑρμηνεύων ὁ Παῦλός φησιν· Εἴτε ἐσθίετε, εἴτε πίνετε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ τὰ ἐντὸς δὲ τοῦ σώματος, ὕμνον προξενεῖ τῷ Θεῷ· ἀλλὰ καὶ διὰ τῶν ὀργανικῶν τοῦ σώματος μερῶν τὰς ἐνεργητικὰς τῆς ψυχῆς δυνάμεις πρὸς ὕμνον κινεῖ. Καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες εἶναι τοῦ πνεύματος, οὐχ ὡς ψυχοῦσαν αὐτό φασιν, ἀλλ' ὡς ὑπὸ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν. Τὴν λογικὴν δὲ δύναμιν ἐντὸς εἶναι λέγει, καθ' ἃ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἔλεξεν ὁ Σωτήρ. Καὶ αἱ ψυχικαὶ δὲ δυνάμεις ἠρεμοῦσαι μὲν, ὧν δύνανται ποιῆσαι καλῶν, ἐντὸς εἶναι λέγονται· κινηθεῖσαι δὲ ταῖς ἐνεργείαις εἰς ἄτοπα, τῶν ἐντὸς ἐξιέναι. Ὃν δὴ νῦν πρὸς ὕμνον ἀνακινεῖ τοῦ Θεοῦ. Ἁρμόττει οὖν πᾶσι τὸ λέγειν, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ γὰρ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι, εἰς ὑμνῳδίαν ἑαυτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνα τὸν ἀμειβόμενοι. ∆υνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐερ γεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλαν θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Πάλιν ἑαυ τὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύ νειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Ὁ γὰρ τῶν θείων εὐεργεσιῶν μεμνημένος οὐ παύεται τοῦτον ὑμνῶν. Τὰς μέντοι Ἀνταποδόσεις, Εὐ εργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρ ειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· καὶ, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἰάσεώς τε καὶ ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. Τὸν λυτρούμενον ἐκ φθορὰς τὴν 55.642 ζωήν σου. Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυ αλώτους δουλείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς· ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔδωκε, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. Τὸν στε φανοῦντά σε ἐν