1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

6

ἑαυτοῦ Ἑλένην εἰς γάμον ἐκδοὺς, καὶ τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξέπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας ἐσόμενον· αὐτὸς δὲ εἰς Ἰλλυριοὺς ἀφικόμενος, ἐν τῷ Σιρμίῳ διῆγεν. ιϛʹ. Ἀκούσας δὲ ταῦτα ὅτι οἱ πέραντοι Ἴστρου βάρβαροι μέλλουσιν ἐπιστρατεύειν τῇ τῶν Ῥωμαίων ἀρχῇ, ἀπάρας ἀπὸ τοῦ Σιρμίου πρὸς τὸν Ἴστρον διέβη, καὶ πρὸς αὐτῇ τῇ ὄχθῃ χρόνον οὐκ ὀλίγον ποιήσας, ἐπεὶ τὰ τῶν βαρβάρων ἠρέμει συστήματα, πάλιν ἐπὶ τὴν Θρᾴκην ἤλαυνεν· ἐπεὶ δὲ ἐν Ὀδρυσοῖς ἐτύγχανε γεγονὼς, ἔνθα πόλιν κτίσας Ἀδριανὸς ὁ βασιλεὺς τὴν ἑαυτοῦ καταλέλοιπε τῷ τόπῳ προσηγορίαν, ἐπύθετο πρός τινος τῶν ἐπισκόπων, ὡς τὰ σώματα τῶν τοῦ Χριστοῦ ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ, ἐν Ἀχαΐᾳ τεθαμμένα τυγχάνουσιν, Ἀνδρέου μὲν ἐν Πάτραις, Λουκᾶ δὲ ἐν Θήβαις τῆς Βοιωτίας. Ὡς οὖν ἤκουσεν ὁ βασιλεὺς ταῦτα Κωνστάντιος, ἥσθη τε τῷ λόγῳ καὶ ἐπὶ μέγα ἐβόησε, καὶ πρὸς τοὺς παρόντας φησί· Καλέσατέ μοι Ἀρτέμιον. Τοῦ δὲ τάχος παραγεναμένου, Συγχαίρω σοι, ἔφη, ἀνδρῶν ἁπάντων θεοφιλέστατε. Ὁ δὲ πρὸς αὐτόν· Καὶ εἴης μοι κεχαρμένος, ὦ βασιλεῦ, διὰ παντὸς, καὶ μήποτέ σε τῶν ὀχληρῶν τι καταλήψεται. Καὶ ὁ βασιλεύς· Ζητεῖς δέ τι χαριωδέστερον, ὦ φίλων ἄριστε, τῆς τῶν σωμάτων τῶν τοῦ Χριστοῦ ἀποστόλων εὑρέσεως; Καὶ ὁ μέγας Ἀρτέμιος· Τίς καὶ πόθεν, ὦ δέσποτα, ὁ τοῦτον ἡμῖν τὸν θησαυρὸν φανερώσας τὸ τήμερον; Καὶ ὁ Κωνστάντιος. Ὁ τῆς Ἀχαΐας ἐπίσκοπος ὁ νῦν ἐφορεύων ἐν Πάτραις· ἀλλ' ἄπιθι, ἀνδρῶν ἄριστε, καὶ τὸ τάχος ἐν Κωνσταντινουπόλει τὴν τούτων ἄνοδον ποίησον. ιζʹ. Ταῦτα παρὰ τοῦ βασιλέως ἀκούσας ὁ μέγας Ἀρτέμιος, ἐπορεύετο τὴν ἐπὶ τοὺς ἀποστόλους ὁδὸν, ἀνακομίσων τὰ τούτων πανάγια λείψανα ἐπὶ τὴν Κωνσταντινούπολιν· ὁ δὲ τὴν ἱστορίαν γράφων, τοιαῦτα περὶ Κωνσταντίου καὶ τοῦ μάρτυρος φάσκει. Λέγεται δὴ περὶ Κωνσταντίου ὅτι οὐ μόνον τὰ πρὸς Θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας ἐπισκόπου συνελασθεὶς, ἐπεὶ τά γε ἄλλα μέτριος, καὶ εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος, καὶ σωφροσύνης ἄκρας ἐπειλημμένος περί τε τὴν δίαιταν καὶ τὸν ἄλλον τρόπον· καὶ πλείστην γε τὴν εἰς τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν, μακρῷ τὸν ἑαυτοῦ πατέρα ταῖς περὶ ταῦτα προθυμίαις ὑπερβαλέσθαι φιλοτιμούμενος. Καὶ τήν τε ἐκκλησίαν ἐδείματο τὴν μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς, πλησίον τῆς γερουσίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμενος· καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκοδομήσατο μέγιστον ἐκεῖ θρησκευτήριον· καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκὼν, ὡς προέφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας, καὶ Τιμόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας. ιηʹ. Ὁ δὲ ἦν τῶν γε δὴ βελτίστων ἀνθρώπων ὁ τὴν διακομιδὴν τούτων ποιήσασθαι προσταχθείς. Καὶ γέρας γε αὐτῷ τῆς λειτουργίας ὁ βασιλεὺς, δεηθέντων τῶν ἐπισκόπων, τὴν τῆς Αἰγύπτου παρέσχεν ἀρχήν. Καὶ ταῦτα μὲν ὁ τὴν ἱστορίαν συνάγων περὶ τοῦ μάρτυρος, συμμαρτυρῶν αὐτῷ, ὅτι καὶ πρὸ τῶν τῆς μαρτυρίας ἀγώνων, πᾶσιν ὑπῆρχεν αἰδέσιμος διὰ τὴν ἀπαστράπτουσαν τοῦ βίου αὐτοῦ ἀρετήν. Περὶ δὲ τοῦ Λουκᾶ καὶ τοιόνδε τι διηγήσατο Ἀνατόλιος ὁ εὐνοῦχος τῶν ἐκ τοῦ βασιλικοῦ κοιτῶνος, αὐτὸς ἐφ' ἑαυτοῦ τὴν τῆς ἁγιστείας πεῖραν δεξάμενος. Ἔφασκεν οὖν οὗτος ὁ Ἀνατόλιος φαύλως διακεῖσθαι, καὶ μεῖζον ἤδη τὸ πάθος, ἢ κατὰ τὴν τῶν ἰατρῶν εἶναι τέχνην· τῆς οὖν λάρνακος ἐν ᾗ κατακείμενος ἦν ὁ Λουκᾶς ἐπειδὴ προσεπεπλεύκεσαν οἱ ἄγοντες αὐτὴν, ἄρτι ἐκ τῆς θαλάσσης ἐπὶ τὸν νεὼν κομιζομένης, αὐτὸς ὑπὸ προθυμίας ὑπελθεῖν καὶ συνδιαβαστάσαι τοῖς φέρουσιν αὐτὴν ἐφ' ὅσον αὐτῷ τὰ τῆς δυνάμεως εἶχε, καὶ τότε