1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

6

αὐτῷ αἰκιζόμενος ἐν τῇ 3.3 ὁδῷ ταύτῃ ἅπαντα ἐξήνεγκε τὰ ἀπόρρητα. καὶ Θεοδόσιος μὲν προμαθὼν ἐς τὸ ἱερὸνἸωάννου καταφεύγει τοῦ ἀποστόλου, ὅπερ ἐνταῦθα ἁγιώτατόν ἐστι καὶ ἐπι3.4 εικῶς ἔντιμον.Ἀνδρέας δὲ ὁ τῆςἘφέσου ἀρχιερεὺς χρήμασίν οἱ ἀναπεισθεὶς τὸν ἄνθρωπον ἐνεχείρισεν. ἐν τούτῳ ἡ Θεοδώρα ἀμφὶ τῇἈντωνίνῃ δειμαίνουσα, ἠκηκόει γὰρ ὅσα δὴ αὐτῇ ξυνεπεπτώκει, Βελισάριον ξὺν 3.5 αὐτῇ ἐς Βυζάντιον μεταπέμπεται. Φώτιος δὲ ταῦτα ἀκούσας Θεοδόσιον μὲν ἐς Κίλικας πέμπει, οὗ δὴ οἱ δορυφόροι τε καὶ ὑπασπισταὶ διαχειμάζοντες ἔτυχον, τοῖς παραπομποῖς ἐπιστείλας λαθραιότατα μὲν τὸν ἄνδρα τοῦτον διακομίζειν, ἐς Κίλικας δὲ ἀφικομένοις κεκρυμμένως ἐς τὰ μάλιστα ἐν φυλακῇ ἔχειν, μηδενὶ αἴσθησιν παρεχομένοις ὅποι γῆς εἴη. αὐτὸς δὲ ξύν τε Καλλιγόνῳ καὶ τοῖς Θεοδοσίου χρήμασιν ἁδροῖς τισιν 3.6 οὖσιν ἐς Βυζάντιον ἦλθεν. ἐνταῦθα ἡ βασιλὶς ἐπίδειξιν πεποίηται ἐς πάντας ἀνθρώπους, ὅτι δὴ χάριτας φονίους εἰδείη μείζοσί τε καὶ μιαρωτέροις ἀμείβεσθαι 3.7 δώροις.Ἀντωνίνα μὲν γὰρ ἕνα οἱ ἔναγχος τὸν Καππαδόκην ἐχθρὸν ἐνεδρεύσασα προὔδωκεν, αὐτὴ δὲ πλῆθος ἐκείνῃ ἐγχειρίσασα ἀνδρῶν ἀνεγκλήτων ἀνῄρηκε. 3.8 τῶν γὰρ Βελισαρίῳ καὶ Φωτίῳ ἐπιτηδείων τινῶν μὲν τὰ σώματα αἰκισαμένη, καὶ τοῦτο μόνον ἐπικαλέσασα, ὅτι ἐς τὼ ἄνδρε τούτω εὐνοϊκῶς ἔχοιεν, οὕτω διέθετο ὥστε αὐτοῖς ἐς ὅ τί ποτε ἡ τύχη ἐτελεύτα οὔπω νῦν ἴσμεν· ἄλλους δὲ φυγῇ ἐζημίωσε, ταὐτὸ τοῦτο ἐπενεγ3.9 κοῦσα. ἕνα μέντοι τῶν Φωτίῳ ἐς τὴνἜφεσον ἐπισπομένων, Θεοδόσιον ὄνομα, καίπερ ἐς ἀξίωμα βουλῆς ἥκοντα, τὴν οὐσίαν ἀφελομένη ἐν δωματίῳ καταγείῳ τε καὶ ὅλως ζοφώδει ἔστησεν ἐπὶ φάτνης τινὸς βρόχον οἱ τοῦ τραχήλου ἀναψαμένη ἐς τοσόνδε βραχὺν, ὥστε 3.10 αὐτῷ δὴ ἐντετάσθαι καὶ χαλαρὸν μηδαμῆ εἶναι. ἑστηκὼς ἀμέλει διηνεκὲς ἐπὶ ταύτης δὴ τῆς φάτνης ὁ τάλας ἤσθιέ τε καὶ ὕπνον ᾑρεῖτο, καὶ τὰς ἄλλας ἤνυεν ἁπάσας τῆς φύσεως χρείας, ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς 3.11 ὄνοις εἰκάζεσθαι ὅτι μὴ βρωμᾶσθαι ἐλέλειπτο. χρόνος δὲ τῷ ἀνθρώπῳ οὐχ ἥσσων ἢ μηνῶν τεσσάρων ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ἕως μελαγχολίας νόσῳ ἁλοὺς μανείς τε ἐκτόπως καὶ οὕτω δὴ ταύτης τῆς εἱρκτῆς 3.12 ἀφεθεὶς εἶτα ἀπέθανε. καὶ Βελισάριον οὔτι ἑκούσιονἈντωνίνῃ τῇ γυναικὶ καταλλαγῆναι ἠνάγκασε. Φώτιον δὲ αἰκισμοῖς τε ἄλλοις ἀνδραποδώδεσι περιβαλοῦσα καὶ ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς, ἐκλέγειν ἐκέλευεν ὅποι ποτὲ γῆς Θεοδόσιός τε καὶ ὁ 3.13 προαγωγὸς εἴη. ὁ δὲ καίπερ ὑπὸ τῆς βασάνου κατατεινόμενος τὰ ὀμωμοσμένα ἐμπεδοῦν ἔγνω, ἀνὴρ νοσώδης μὲν καὶ ἀνειμένος γεγονὼς πρότερον, ἐς δὲ τὴν ἀμφὶ τὸ σῶμα θεραπείαν ἐσπουδακὼς, ὕβρεώς τε γενό3.14 μενος ἢ ταλαιπωρίας τινὸς ἄπειρος. οὐδὲν γοῦν αὐτὸς τῶν Βελισαρίου κεκρυμμένων ἐξεῖπεν. ὕστερον μέν3.15 τοι ἅπαντα τὰ τέως ἀπόρρητα ἐς φῶς ἐληλούθει. καὶ Καλλίγονον μὲν ἥδ' ἐνταῦθα εὑροῦσα τῇδε παρέδωκε, τὸν δὲ Θεοδόσιον μετακαλέσασα ἐς Βυζάντιον, ἐπειδὴ ἀφίκετο, εὐθὺς μὲν κρύπτει ἐν Παλατίῳ, τῇ δὲ ὑστε3.16 ραίᾳ μεταπεμψαμένηἈντωνίναν, «Ὦ φιλτάτη πατρικία» ἔφη «μάργαρον ἐς χεῖρας τὰς ἐμὰς τῇ προτεραίᾳ ἐμ»πέπτωκεν, οἷον οὐδείς ποτ' ἀνθρώπων εἶδε. καί σοι «βουλομένῃ οὐκ ἂν φθονήσαιμι τοῦ θεάματος τούτου, 3.17 «ἀλλὰ ἐπιδείξω.» καὶ ἡ μὲν οὐ ξυνιεῖσα τοῦ πρασσομένου τὸν μάργαρόν οἱ ἐπιδεῖξαι πολλὰ ἐλιπάρει. ἡ δὲ τὸν Θεοδόσιον ἐξ οἰκιδίου τῶν τινος εὐνούχων 3.18 ἐξαγαγοῦσα ἐπέδειξεν.Ἀντωνίνα δὲ τὰ μὲν πρῶτα περιχαρὴς ἄγαν γεγονυῖα ὑφ' ἡδονῆς ἀχανὴς ἔμεινε, χάριτάς τέ οἱ δεδρακέναι ὡμολόγει πολλὰς, σώτειράν τε καὶ εὐεργέτιν ἀποκαλοῦσα καὶ δέσποιναν ὄντως. 3.19 τοῦτον δὲ τὸν Θεοδόσιον ἡ βασιλὶς κατασχοῦσα ἐν Παλατίῳ τρυφῆς τε καὶ τῆς ἄλλης εὐπαθείας ἠξίου, στρατηγόν τε ἠπείλησεῬωμαίοις αὐτὸν οὐκ εἰς μακρὰν 3.20 καταστήσεσθαι. ἀλλά τις προτερήσασα δίκη νόσῳ ἁλόντα 3.21 δυσεντερίας ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. ἦν δὲ οἰκίδια τῇ Θεοδώρᾳ ἀπόκρυφα μὲν καὶ ὅλως λεληθότα ζοφώδη τε καὶ ἀγείτονα, ἔνθα δὴ οὔτε νυκτὸς οὔτε 3.22 ἡμέρας δήλωσις γίνεται. ἐνταῦθα τὸν Φώτιον ἐπὶ χρόνου μῆκος